Ancient Greek
104
Michael Glycas, Annales 104
Unproofread scanNot analysed yet
Ὁ ἄῤῥην ὕς χαυλιόδοντας ἔχει ὡς ὀξύτερος εἰς τὸ πλήσσειν, τὸ δὲ θῆλυ οὐκ ἔχει, ἐφ´ ᾠ καὶ ἀμυνόμενον δάκνει. Οὕτω μὲν οὗν καὶ ἐπὶ τῶν ἐλάφων· · ὁ μὲν γὰρ ἄῤῥην φέρει κέρατα, ἡ δὲ θήλεια οὐκέτι Ἀλλὰ καὶ οἱ ἐκτεμνόμενοι βες χαυλιόδοντας οὐκ ἔχουσι, διότι τὴν φύσιν πρὸς τὸ θηλυπρεπὲς μεταμείβουσι · καὶ γὰρ αἱ θήλειαι τούτων ἐστέρηνται Τίνωσκε δὲ καὶ τοῦτο, ὅτι αἱ ἄγριαι θες ἁπλῇ τροφῇ χρώμεναι ἅπαξ τοῦ ἐνιαυτοῦ τίκτουσιν, αἱ δὲ ἤμεραι δὶς διὰ τὴν παχεῖαν δίαιταν. Αἱ πιανθεῖσαι ὕες λειποτριχοῦσι· πιαινόμεναι γὰρ σαρκοῦνται. μᾶλλον δὲ τοιαῦται αἱ πέπτουααι πέπτοιν σαι δὲ λείπονται τοῦ περιττώματος, αἱ δὲ τρίχες ἐκ τῶν περιττωμάτων. Ἡ δὲ αἰτία δι´ ἣν ὁ ὕς τε καὶ ὁ ἵππος ἀφρὸν παρὰ τῷ στόματι φέρουσιν, αὕτη. Ἡ θερμότης ὡσαύτως καὶ ἡ κίνησις λευκαίνειν εἴωθε τὰ ὑγρά. Καὶ ὅρα τὴν θάλασσαν· κινουμένη γὰρ ὑπ´ ἀνέμων λευκαίνεται. Ὅρα τοὺς ὑποκαιομένους λέβητας, Ὅρα τὴν ἐν τῷ ἀέρι ὑγρότητα· χειμῶνος γὰρ ὑπ´ ἀνέμων κινουμένη λευκαίνεται, λευκαινομένη δὲ διὰ τὴν τηνικαῦτα ψῦξιν πήγνυται, καὶ οὕτως ἡ χιὼν καταφέρεται· ἡ γὰρ χιὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ὕδωρ ἡμιπαγές. Οὕτω μὲν οὖν καὶ παρὰ τῷ σϋὶ καὶ ἵππῳ ὑγρὰ λεπτυνόμενα εἰς πομφόλυγας διὰ θερμότητα καὶ κίνησιν εἰς ἀφρὸν μεταβάλλονται. Εἰ δὲ καὶ τὸν λόγον ἐθέλεις μαθεῖν οὕ χάριν οἱ κύνες μόνοι λυττῶσι κατά γε τὸ θέρος, σαφὴς ἰδοὺ καὶ οὗτός σοι πρόκειται. Αυττῶσιν οἱ κύνες διὰ τὴν πρόληψιν τῆς ξηρᾶς κράσεως. Φύσει δέ εἰσι ξηροὶ, καὶ πλέον τοῖς καύμασι. Θερμαινόμενα οὗν καὶ καταξηραινόμενα ἐκπυροῦται τὰ ἐν αὐτοῖς ὑγρὰ, κἀντεῦθεν διὰ τὴν ἄγαν ξηρότητα μαίνονται, καθάπερ οἰ φρενητιῶντες. Ὅθεν καὶ τὸ σίελον αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότερον. Ὅτι δὲ ἐκπυροῦνται, δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς καὶ πυρώδη τὰ ὄμματα ἔχειν καὶ ἠνεφγμένον τὸ στόμα πρὸς ἔμψυξιν ἀέρος. Λυττῶσι δὲ οὐ πάντες οἱ κύνες, ἀλλ´ ὅσοιπερ ἐν τούτοις ἔηρότεροι. Τινὲς δέ φασι καὶ τὸν Κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά τινα ἀπόῤῥοιαν τούτοις πρὸς τὴν λύσσαν. Λυττήσαντες, καθά φησι Παῦλος ὀ αινόπτης, καὶ βρῶσιν καὶ πόσιν ἀποστρέφονται, σίελον δὲ καὶ δαψιλὲς καὶ ἀφρῶδες κφιᾶσι, καὶ ἄφωνοι τοὐπίπαν εἰσὶν, πρὸς δὲ καὶ Κφρονες, ὡς μηδὲ τοὺς οἰκείους γνωρίζειν. Ἐφορμῶσι δὲ κατὰ παντὸς χωρὶς ὑλακῆς καὶ δάκνουσι, καὶ ἄάκνοντες οὐδὲν ὀχληρὸν παραχρῆμα φέρουσι, πλὴν ὅσον ὀδύνην τὴν ἐκ τοῦ τραύματος. στερον δὲ πάθος ἐμποιοῦσι τὸ καλούμενον ὑδροφόβιον· Κφεύγουσι γὰρ τὸ ὕδωρ οἱ λυσσόδηκτοι καὶ ὁρῶντες αὐτὸ καὶ προσφερόμενοι. Ἔνιοι δὲ αὐτῶν καὶ ὥσπερ