Ancient Greek
105
Michael Glycas, Annales 105
Unproofread scanNot analysed yet
κύνες ὑλακτοῦσι καὶ δάκνουσιν ἐπιόντες, καὶ δάκνοντες αἴτιοι τοῦ αὐτοῦ πάθους κατέστησαν. Ἡ δὲ τῶν συμπτωμάτων αἰτία τῶν μὲν ἄλλων εὔδηλος· κατειληφώς γὰρ ἰὸς τὰ μόρια πάντα καὶ αὐτὸν τὸν ἐγκέφαλον τοιαῦτα φέρει συμπτώματα. Τοῦ δὲ φοβεῖσθαι τὸ ὕδωρ τινές μὲν ἔφησαν διὰ τὴν ἄμετρον γίνεσθαι ξηρότητα, οἷα παντελῶς ἠλλοτριωμένης τῆς ὑγρᾶς οὐσίας· ὁ δέ γε Ῥοῦφος μελαγχολίας αὐτοῖς εἶθος τὸ τοιοῦτον ἀπεφήνατο γίνεσθαι. τοῦ οῦ τὸν χυμὸν ἐκεῖνον μιμησαμένου καθ´ ὃν ἄλλα πεφόβηνται. Καὶ τί χρὴ πολλὰ λέγειν; Ὃν γὰρ τρόπον ἐπὶ τῶν μελαγχολικῶν οἱ μὲν ἄλογα ζῶα δοκοῦσιν εἶναι κἀντεῦθεν τὰς ἐκείνων μιμοῦνται φωνὰς, οἱ δὲ σκεύη δοκοῦσιν εἶναι ὀστράκινα κἀκ τούτου κατεαγῆναι καὶ πάνυ δειλαίνονται, ἕτεροι τὸν Ἄτλαντα νομίζουσιν ἐπάνω πίπτειν αὐτῶν καὶ διὰ τοῦτο μέγα βοᾷν ἀναγκάζονται, οὕτω καὶ ἐπὶ τῶν λυσσοδήκτων ἔστιν ἰδεῖν. Ὁ γὰρ τοῦ κυνὸς ἰὸς, καθάπερ τις χυμὸς μοχθηρὸς, τὸν ἐγκέφαλον αὐτῶν κατασχὼν φοβεῖσθαι ποιεῖ τὸ ὕδωρ αὐτοὺς, φοβουμένους δὲ τὸν δακόντα κύνα φαντάζεσθαι. καὶ οὕτως σπᾶσθαι καὶ τελευτᾷν. Ταύτῃ τοι καὶ σοφόν τινα λυσσόδηκτον εἰσελθεῖν ἐν βαλανείῳ λέγουσι, καὶ ἰδόντα τὸν κύνα ἐν τῇ λεκάνῃ καὶ μὴ καταπτοηθέντα εἰπεῖν. «Τί κυνὶ κοινόν ἐστι καὶ βαλανείῳ; »Καὶ περὶ μὲν τούτων οὕτως. Ἡ δέ γε ἄρκτος σάρκα τίκτει μήτε τύπον μήτε μορφὴν ἔχουσαν, τῷ δὲ στόματι λείχουσα ἄρθρα ἀποτελεῖ Ἀλλὰ καὶ οἱ σκύμνοι αὐτῇς οὐ θηλάζουσι, μυζῶντες δὲ τοὺς πόδας αὐτῶν ἐντεῦθεν αὐξάνουσι. Τίκτει δὲ πρὸ τοῦ καιροῦ, ἵνα τῷ ἄῤῥενι συνέρχηται. Ἀλλὰ καὶ ἐν τῷ τίκτειν κινδυνεύει ἡ ἄρκτος. Ἐν δὲ νυκτὶ ὠδίνουσα προσέχει τῳ της ἄρκτου ἄστρῳ, καὶ οὕτω τίκτει εὐχερῶς. Πολυφάγος μὲν ἄρκτος ἐστὶν, ἐν δὲ χειμῶνι παρακαθημένη τῳ φωλεῷ καὶ πεινῶσα λείχει τὸν πόδα καὶ τρέφεται. Μόνη δὲ αὕτη ἐν γῇ πάσχει τοῦτο, καὶ ἐν θαλάσσῃ ὁ πολύπους. Ἀλλὰ καὶ τῶν ὀνάγρων αἱ νομάδες ἐπειδὰν τέκωσιν ἄῤῥενα, τέμνουσι τὰ αἰδοῖα αὐτῶν, ἵνα μὴ σπερματίζωσι. Κατάξηρον δὲ ζῶον ὁ ὄναγρος, ἐφ´ ᾠ καὶ διψαλέον· κατὰ γὰρ τοῦτο καὶ ὁ Δαβὶδ περὶ ὑδάτων διεξιὼν οὕτω φησί· «Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.» Αέγεται δὲ καὶ τὴν ἀλώπεκα βρωμάτων ἀποροῦσαν ὑπτίαν πίπτειν ὡσεὶ νεκρὰν καὶ πυσᾶσθαι κἀντεῦθεν διογκουμένην αὐτὴν ὁρῶντα τὰ πετεινὰ ἐπιβαίνουσιν αὐτῶν καὶ ὡσεὶ νεκρᾶς ἅπτονται. Ἐκπηδήσασα οὗν αἴφνης ἡ νεκρὰ συλλαμβάνει καὶ κατεσθίει αὐτά. Ἀλλὰ αἴγαγρος ταχύτατόν ἐστι ζῶον καὶ παρὰ τοῖς κρημνοῖς διάγον, διωκόμενον δὲ ἅλλεται κατὰ κεράτων, καὶ οὐ διαθλᾶται.