Ancient Greek
107
Michael Glycas, Annales 107
Unproofread scanNot analysed yet
τὰ ζῶα διὰ δύο ποδῶν, ἡρέμα διὰ τῶν ἑτέρων ποιοῦνται τὴν βάδισιν. Ὄντως, ἀγαπητὲ, τὸ ἔθος φύσις ἐπί τισι γίνεται. Ὅρα γὰρ ὅτι τὰ Λιβυκὰ θηρία τοῦ μέν θέρους οὐ πίνει, ὅτε μάλιστα δίψα γίνεται, χειμῶνος δὲ πί. νουσιν, ὅταν ἧττον διψῶσι. Τοῦτο δὲ γίνεται πάν τως διὰ τὸ μὴ γίνεσθαι ὕδατα θέρους ἐπί τῇ Λιβύῃ. Τοῦ δὲ χειμῶνος διὰ τὸ γίνεσθαι πίνει. Ὃ γοῦν ἐκεῖσε εἴθισται, τοῦτο καὶ ἐπί ἄλλοις τόποις τὰ ζῶα ταῦτα παραγενόμενα σώζει τὸ ἔθος. Καὶ περὶ μὲν ούτων οὕτως. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὴν τῶν χερσαίων παραγωγὴν, πλάττει τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ τίθησιν αὐτὸν ἐπί τῷ παραδείσῳ. Ἀλλὰ κἀνταῦθα πρόσσχες, ἀγαπητέ. Εἰ γὰρ καὶ λέγουσί τινες ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισε τὸν παράδεισον ὁ Θεὸς τῇ Μωσαῖκῇ δῆθεν ἱστορίᾳ ἑπόμενοι, ἀλλὰ πεπλάνηνται προφανῶς ἅτε δὴ παροδευτικῶς ἐπερχόμενοι καὶ οὐκ ἐρευνητικῶς τὴν Εραφήν. Καὶ ἄκουε τί φησιν ὁ θεόπτης Μωσῆς. «Καὶ συνετέλεσεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν ἐπί τῇ ἡμέρᾳ τῇ ἕκτῃ· ἐπί δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν.» Οὐκοῦν εἰ μετὰ τὴν ἑβδόμην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε, πῶς λοιπὸν ἔκτισε μετὰ τὴν ἑβδόμην τὸν παράδεισον· Ἔοικε μὲν ἡ Γραφὴ λέγειν ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισται ὁ παράδεισος· ἀλλ´ οὐκ ἔχει καὶ τὰ τοῦ σκοποῦ, καθὼς ὑποπτεύουσι πολλοί. Καὶ πείθου τῷ χρυσοῤῥήμονι Ἰωάννῃ ἐπί τῇ εἰς τὴνἙξαήμερον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ λέγοντι, «ὅτι τῶν κατὰ συντομίαν ἱστορηθέντων ἔμποοσθεν ἀνα κεφαλαίωσιν ποιεῖ ὁ Μωσῆς ὕστερον, τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν τοὺς ἁπλουστέρους ἐποίησεν.» Ἄλλως τε εἰ μετὰ τὴν ἑβδόμην, ὥς φασιν, ἔκτισται ὰ παράδεισος, ἀνάγκη πᾶσα καὶ τὴν ἀπὸ τοῦ χοὸς πλάσιν τοῦ Ἀδάμ, ὥσπερ δὴ καὶ τὴν ἀπὸ πλευρᾶς τῆς Εὔας οἰκοδομὴν, μετὰ τὴν ἑβδόμην εἰπεῖν γεγενῆσθαι. Τίνος ἕνεκεν; Ὅτι καὶ ταύτην ὕστερον Α Μωσῆς, ἤ γουν μετὰ τὴν ἑβδόμην, διηγούμενος εὔρηται. Πρὸ τοῦ Ἀδὰμ λοιπὸν ὁ παράδεισος. Καὶ ἄκουε τί φησιν ὁ Δαμασκηνὸς Ἰωάννης ἐπί τῷ περὶ παραδείσου κεφαλαίῳ αὐτοῦ. «Ἐπεὶ δὲ ἔμελλεν ὁ Θεὸς ἐξ ἀοράτου τε καὶ ὁρατῆς φύσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ´ οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν, ὥσπερ τινὰ βασιλέα ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐπί αὐτῇ, προκαθίστησιν αὐτῷ οἷόν τι βασίλειον τὸν παράδεισον, ὡς ἐντεῦθεν αὐτὸν μακαρίαν καὶ πανολἄίαν ἔχειν ζωήν.» Πρόσεχε οὖν· ἐπειδὴ γὰρ, ὡς εἴρηται, πρὸ τοῦ πλασθῆναι τὸν Ἀδάμ καθίστησιν αὐτῷ τὸν παράδεισον, εὔδηλον πάντως ὅτι ἐπί τῇ ἕκτῃ ἡμέρα καὶ τοῦτον ἐφύτευσεν ὁ Θεὸς, εἴγε καὶ μᾶλλον ἔστη μετὰ τὴν ἑβδόμην τοῦ δημιουργεῖν, ὡς ὁ χρυσοῦς τὴν γλῶτ2τεύει