Ancient Greek
108
Michael Glycas, Annales 108
Unproofread scanNot analysed yet
τοίνυν ἔν τε τῆ ἕκτη πρὸ τοῦ Ἀδὰμ τὸν εῖον παράδεισον κατὰ ἀνατολὰς ἐν Ἐδέμ. Ἐξ Κἁπάσης γὰρ τῆ γῆς, ὥσπερ φησὶ Θεοδώρητος ἁ μέγας τε Βασίλειος καὶ ὁ Δαμασκηνὸς Ἰωάννης. τάπον τινὰ κατὰ ἀνατολὰς ἐκλεξάμενος, ὀνομαζόμενον μὲν Ἐδὲμ, ἐν περιόπτῳ δὲ κείμενον καὶ πάσης τῆ γῆς ὑψηλότερον, φυτεύει ἐν αὐτῷ τὸν παράδεισον, ὡς ἐντεῦθεν τρυφερὸν οἷον αὐτὸν εἶναι καὶ θαλερὸν εἰσαεὶ, καθά φησι Σεβηριανός· τρυφὴ γὰρ ἡ Ἐδὲμ ἐρμηνεύεται. Ἐν ὧ δὴ τιμῆσαι βουληθεῖς κενανότο τὴν ἄνθρωπον ἔταξεν οἰκεῖν ὁ Θεός· «καὶ ἔθετο» γὰρ, φησὶν, «αὐτὸν ἐν τῷ παραδείσῳ. «Ἀλλ´ ἐντεῦθεν, ἀγαπητέ, καὶ τοῦτο μανθάνομεν, ὅτι ἐξ ἑτέρας μὲν ἔπλασε γῆς τὸν Ἀδὰμ, μετὰ ὅὲ ταῦτα ἐν τῶ παραδείσῳ ἔθετο. Καὶ ἄκουε τί φησιν ἡ Γραφὴ· «Καὶ ἐξαπέστειλεν ὁ Θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆ τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἦς ἐλήφθη. Διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἔξω τοῦ παραδείσου πλάττει τὸν ἄνθρωπον ὁ Θεὸς, εἶθ´ οὕτως εἰσάγει αὐτὸν ἐν αὐτῷ; Ὥστε μαθεῖν ἐντεῦθεν αὐτὸν, ὡς ὁ χρυσοῤῥήμων Ἰωάννης φησὶν, ὅσης ἠξίωτο παρὰ Θεοῦ τῆ τιμῆς, καὶ ὅση παρ´ αὐτοῦ ἡ ἀπόλαυσις αὐτῷ ἐχαρίζετο. Ὅρα γὰρ ὅτι καὶ οἱ ἐξ ἐλαχίστης τάξεως ἐπὶ τὴν ἄνω τε καὶ πρώτην ἀναβιβαζόμενοι οἴδασιν ἐξ ἀνάγκης τίνες πρότερον ἦσαν καὶ ὅπου κατήντησαν ὕστερον, ὃ δὴ καὶ οὐ μικρᾶς ἀγαλλιάσεως γίνεται πρόξενον. Πλάττει μὲν οὖν, ὡς εἴρηται, ταῖς ἰδίαις χερσὶ τὸν ἄνθρωπον ὁ Θεός. «Καὶ ἔλαβε,» γὰρ, φησί, «χοῦν ἀπὸ τῆ γῆς ὁ Θεὸς, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν,» Εὐλόγως οὖν τὰ μὲν χερσαῖα πάντα θνητὰ τυγχάνει· ἐξῆλθε γὰρ, φησὶν, ἀπὸ τῆ γῆς σὺν αὐτῇ τῇ ψυχῆ· «Ἐξαγαγέτω,» γάρ φησιν, «ἡ γῆ ψυχὴν ζῶσαν.» δὲ ἄνθρωπος μόνος ἀθανασίας μετέσχηκεν, ὅτι διὰ τοῦ θείου ἐμφυσήματος καὶ οὐκ ἀπὸ γῆς ἔλαβε τὴν ψυχήν· «Ἐνεφύσησε,» γάρ φησιν, «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» αὐτὴν τὴν νοερὰν δηλονότι ψυχήν. Οὐδὲ γὰρ ἀπὸ γῆς αὔτη. Καὶ πείου τῷ θεολόγῳ Γρηγορίῳ περὶ τῆ τοῦ ἀνθρώπου πλάσεως οὔτως κατὰ ῥῆμα διεξιόντι. «Καὶ παρὰ μὲν τῆ ὄλης λαβὼν τὸ σῶμα ἤδη προῦποστάσης, παρ ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν Θεοῦ οἶδεν ὁ λόγος, παράγει τὸν ἄνθρωπον.» Πρόσεχε οὖν. Ἐπειδὴ γὰρ ἡ νοερὰ ψυχὴ δι´ ἐμφυσήματος τῷ ἀνθρώπῳ ἐντέθειται παρὰ Θεοῦ, διὰ τοῦτο καὶ ἀθάνατός ἐστιν. Ἡ δὲ τῶν ἀλόγων ζώων ψυχὴ ἀπὸ γῆς ἐξελθοῦσα κατὰ τὴν θείαν φωνὴν γεώδης ἐστί, διὰ τοῦτο καὶ θνητή- Καὶ περὶ μὲν τούτων οὐτως. Ἀναγκαῖον δὲ εἰδέναι σε, ἀγαπητέ, καὶ τί φησιν ἐπὶ τούτοις ὁ τὴν γλῶτταν χρυσοῦς. «Καὶ τὰ μὲν τετράποδα ποιῶν ὁ Θεὸς ὁμοῦ μετὰ τῶν σωμάτων