Ancient Greek
110.1 to 110.17
Michael Glycas, Annales 110.1-17
Unproofread scanNot analysed yet
ταὶ συνέχεεν. Ταύτῃ τοι καὶ ἀναστὰς ὁ Κύριος ἐκ νεκρῶν ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε· «Λάβετε Πνεῦμα ἅγιον.» Οὐδὲ γὰρ ἠνέσχετο καὶ αὖθις ἡμᾶς ἀποδεῖξαι τοῦ παναγίου μετέχοντας Πνεύματος, Ὥ δὴ καὶ τήμερον ἐμφυσᾷ τῷ βαπτιζομένῳ ὁ ἱερεὺς, ζωογονῶν ὥσπερ τὴν αὐτοῦ ψυχὴν νενεκρωμένην βδη τῷ τοῦ Ἀδὰμ παραπτώματι. Ἀλλ´ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου καὶ αὖθις ἐπανιτέον. Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ κνοήν ζωῆς. Ἡ μὲν οὐν ἡμετέρα καὶ ἀληθεστέρα δόζα περὶ τῆς εἰς τὸ σῶμα τῆς ψυχῆς ἑνώσεως ἀπλῆ τίς ἐστι καὶ σαφής. Τὸ μὲν γὰρ σῶμα ἐκ χοὸς, ἡ δὲ ψυχὴ ἀμέσως ἐκ Θεοῦ παράγεται. Κἀν τεῦθεν καὶ ἀλλήλων συναπτομένων ζῶον ἑν σύνθετον γίνεται, καὶ τοῦτό ἐστιν ἡ καθ´ ὑπόστασιν ἕνωσις, ἡ ἀμφόπαρκτος τῶν ἑτερουσιῶν κατ´ αὐτὸν συνδρομή. Ὃ δὴ καὶ θαυμάζων ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε, «Πῶς ἐν μήτρᾳ ὁ ἄνθρωπος διαπλάττειται; καὶ πῶς ἀθρόον ἡ θεοείκελος ψυχὴ τῷ σώματι συμπαρυφίσταται; »Οἱ δέ γε σοφίᾳ τῇ ἐξωθεν ἐγκαυχώμενοι, ἐπειδὴ τὸν τοῦ ἀνθρώπου πλάστην ἠ γνόησαν, καὶ περὶ τὴν πλάσιν αὐτὴν ἐξ ἀνάγκης ἐσφάλησαν. Ἀπὸ γῆς μὲν οὖν, ὡς εἴρηται, ὁ χοῦς, ἐκ Θεοῦ δὲ ἡ ψυχή. Καὶ τοῦτό ἐστιν ὅ φησιν ἡ Γραφὴ, «Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» Πρόσεχε οὖν. Εὔδηλον γὰρ ἐντεῦθεν ὅτι μία τίς ἐστιν ἡ ψυχὴ δυνάμεις ἔχουσα διαφόρους. Ὅθεν καὶ διὰ παντὸς μὲν ἡ δίκη τοῦ σώματος, ἑκάστου δὲ μορίου καταλλήλως ἐφάπτεται Αὐτίκα γὰρ τὸ μὲν θυμικὸν αὐτῆς ἐν τῇ καρδίᾳ λέγουσι ποιεῖσθαι τὴν οίκησιν, τὸ δὲ ἐπιθυμητικὸν ὁμοίως ἐν τῷ ἥπατι. Ἡ δὲ λογικὴ αὐτῆς δύναμις αὐτοῦ ἐφαπτομένη τοῦ ἐγκεφάλου δι´ αὐτοῦ τοῖς πᾶσιν ἐπιλάμπει καὶ δείκνυται. Καί τινες μὲν, ὧν εἶς ἐστι καὶ Ἀπολλινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, δύο Ἀοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς.