Ancient Greek
110.18 to 110.26
Michael Glycas, Annales 110.18-26
Unproofread scanNot analysed yet
Καθ´ ἑαυτὴν γὰρ εἶναι λέγουσι τὴν ἀλογίαν, αὐτὸ δηλαδὴ τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς ἡμῶν, ὡς ἄλογον ψυχὴν οὖσαν καὶ οὐ μέρος τῆς λογικῆς, πρῶτον μὲν ὅτι καὶ καθ´ ἑαυτὴν ἑν τοῖς ἀλόγοις ζώοις εὐρίσκεται, ἐξοὗ δῆλον ὅτι τελεία τίς ἐστι καὶ οὐ μέρος ἄλλης, εἶθ´ ὅτι τῷν ἀτοπωτάτων ἐστὶ τῆς λογικῆς ψυχῆς μέρος εἶναι τὸ ἄλογον. Ἀλλ´ οὗτοι μὲν οὕτως δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχὰς, ἐλέγχονται ἀὲ τῆ λεγούσῃ θείᾳ Γραφῇ· «Καὶ ἐγένετο ὁ ἄνθρω-κος εἰς ψυχὴν ζῶσαν·» οὐδὲ γὰρ εἶπεν εἰς ψυχάς, ἀλλ´ εἰς ψυχὴν ζῶσαν. Ἀλλὰ καὶ Πλωτῖνος ὁ σοφὸς, ᾧ δὴ καὶ Ἀπολλινάριος ὁ Λαοδικεὺς ἠκολούθησεν, ἐκ τριῶν λέγει συνεστηκέναι τὸν ἄνθρωπον. ἔκ τε νοὸς καὶ ψυχῆς καὶ σώματος. Ἀλλὰ κἀνταῦθα πεπλάνηται · ὁ γὰρ νοῦς, καθά φησιν ὁ μέγας Βασίλειος, ταυτοφυής ἐστι τῇ ψυχῇ, καὶ καθάπερ ὀφθαλμὸς ἐν σώματι, οὔτω καὶ ὁ νοῦς ἐν αὐτῇ τῇ ψυχῇ. Τὸ γὰρ καθαριώτερον καὶ κυριώτερον μέρος αὐτῆς οῦς ἐπονομάζεται· καθὸ δὴ καὶ νοερὰ λέγεται ἡ τοῦ ἀνθρώπου ψυχὴ, τῇ μεθέξει πάντως αὐτοῦ τοῦ νοός.