Ancient Greek
112
Michael Glycas, Annales 112
Unproofread scanNot analysed yet
παρὰ τῆς φύσεως λέγουσιν, ὡς ἐν αὐτῇ τὸν ἡγεμόνα νοῦν ἐνδιαιτᾶσθαι, καθάπερ τινὰ βασιλέα τοῦ παντὸσοὑπερκαθήμενον σιώματος. Οἱ δέ γε τὸ τῆς Ἐκκλησίας πρεσβεύοντες ὀρθόδοξον φρόνημα τὴν κατ´ εἰκόνα Θεοῦ κτισθεῖσαν νοεράν ἡμῶν ψυχὴν ἔν τινι τόπω τοῦ σώματος, ἀσώματον οὖσαν, τοπικῶς περιορίζειν οὐκ ἴσασιν· ὅλη καὶ γὰρ δι´ ὅλου διήκει τοῦ σώματος, ὅλον αὐτὸ ψυχοῦσα καὶ ὅλον ὅλη καταφωτίζουσα. Καὶ καθάπερ ὁ Θεὸς οὗ καὶ κατ´ εἰκόνα δεδημιούργηται αὔτη, οὐ μέρος ἐν μέρει, ἀλλ´ ὅλος ὅλῳ τῷ κόσμῳ κατ´ οὐσίαν περίεστιν, οὕτω καὶ ἡ τοῦ πρωτοτύπου εἰκὼν ἀμερής οὖσα καὶ ἀδιάστατος ἀμερῶς καὶ ἀδιαστάτως ὅλη ὅλῳ τῷ σώματι πρόσεστι. Καὶ τούτου χάριν μὴ θαύμαζε· ἵστασαι μὲν γὰρ αὕτη ἐφ´ ἑαυτῆς καθάπερ ἡλιακή τις σφαῖρα οὐκ ἔξω τοῦ σώματος, ἀλλ´ ὑπερφυῶς ἐν αὐτῷ, συμπλέκεται δὲ τούτῳ ταῖς ἀφ´ ἑαυτῆς προϊούσαις αὐγαῖς, αἴτινες καὶ τεμνομένου τοῦ σώματος ἀπαθεῖς καὶ ἀδιάτμητοι μένουσιν, ὥσπερ δὴ καὶ τοῦ ἀέρος ταῖς τῶν ἀνέμων πνοαῖς κινουμένου καὶ μεταπίπτοντος τὸ ἡλιακὸν φῶς ἅπαξ αὐτῷ συμπλακὲν οὔτε τομὴν οὔτε ῥεῦσιν οὔτε μετάστασιν ὑφίσταται, Καὶ ὁ μὲν νοῦς ἀσώματός ἐστιν ἀληθῶς καὶ ἀόρατος, ἀλλ´´ ὅμως ὡς ἐν ὀργάνῳ τῷ σώματι τὴν οἰκείαν ἐνέργειαν δείκνυσι. Καὶ εἴωθε μὲν ὁ νοῦς ἐνεργεῖν ἐν οἷς ὑγιῶς τὸ σῶμα διάκειται, ἐπὶ δὲ τῶν ἀσθενῶς ἐχόντων τὴν τεχνικὴν αὐτοῦ δύναμιν δέξασθαι ἄπρακτος πάντη καὶ ἀνενέργητος φαίνεται Πλὴν οὐ καθ´ ἑαυτὸν αὐτὸς παραβλάπτεται, καθάπερ τισὶ τῶν ἔξωθεν ἔδοξεν· οὐδὲ γὰρ ἁρμονίας ὀργάνου τινὸς ὁπωσδήποτε διεφθορυίας ἀνάγκη πᾶσαν καὶ αὐτὴν τοῦ τεχνίτου τὴν τέχνην συνἈιαφθείρεσθαι. Καὶ ὅτι μὲν τῷ σώματι σύνεστιν ἡ ψυχὴ, οἶδα, τὸ δὲ πῶς ἐν σώματι τὸ ἀσώματον οὐκ οῖδα· οὐδὲ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ἐπὶ τούτοις ὁμολογῶν. Εἰ γὰρ ἐξηπλῶσθαι ταύτην εἰπῃ τις ὅλῳ τῷ ὄγκῳ τοῦ σώματος, καθάπερ δὴ καὶ ὁ χρυσοῤῥήμων φησὶ, καὶ οὐκ ἔχει λόγον τὸ λεγόμενον· τοῦτο καὶ γὰρ ἴδιον τῶν σωμάτων ἐστίν. Ἄλλως τε εἰ ἐξηπλοῦτο τῷ τοῦ σώματος ὄγκῳ, καὶ συνετέμνετο ἀν, τῶν χειρῶν πολλάκις καὶ τῶν ποδῶν ἐκκοπέντων. Ἀλλ´ αύκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἔν τινι δὲ μέρει αὐτοῦ συνείλεκται. Οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν Ἀλλ´ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Ὅτι μὲν γὰρ ἐν τῷ σώματί ἐστιν ἡμῶν, οἴδαμεν, τὸ δὲ πῶς οὐκ οἴδαμεν. Καὶ ὅτι μὲν ἄῦλός ἐστι καὶ ἀσώματος ἡ ψυχὴ, πἶσακουσα γὰρ, τί δὲ τὸ εἶδος αὐτῆς καὶ ποταπὴ τὴν οὐσίαν, οὐκ οἰδα, ὅτι καὶ ἀνερμήνευτον τοῦτο μεμένηκε. Πῶς γὰρ ἂν καὶ εἰδείη τις τὴν κατ´ εἰκόνα κτισθεῖσαν τοῦ ἀπερινοήτου καὶ ἀκαταλήπτου Θεοῦ Ἐὰν ἡ τῆς ψυχῆς οὐσία κατελαμβάνετο, κατελαμβάνετο ἂν καὶ αὐτὸ τὸ τῆς εἰκόνος ποωτότυπον· εἰ δὲ τὸ πρωτότυπον ἀκατάληπτον,