Ancient Greek
113
Michael Glycas, Annales 113
Unproofread scanNot analysed yet
ἀκατάληπτος ἐξ ἀνάγκης καὶ ἡ τοῦ πρωτοτύπου εἰκών. Ἔνθεν τοι καὶ πολλὰ μὲν ἐφιλοσοφήθη περὶ αὐτῆς, οὐδεὶς δὲ τὴν ταύτης οὐσίαν ἠδυνήθη κατα λαβέσθαι ποτὲ, κατ´ εἰκόνα, ὡς εἴρηται, κτισθεῖ σαν τοῦ ἀκαταλήπτου καὶ ἀπερινοήτου Θεοῦ. Ἀλλὰ καὶ παιδεύων ἡμᾶς ὁ Θεὸς ὥστε ταπεινὸν ἔχειν φρόνημα καὶ μὴ τὰ περὶ ἡμᾶς ὄλως φαντάζεσθαι, τοιαύτην ἀκαταληψίαν ἐνέθηκε τῇ ψυχῇ. Πρόσεχε δέ, ἀγαπητέ. Φθάσας μὲν γὰρ ὁ λόγος ἔδειξεν ὅτι ἀθρόον ἐν τῇ μήτρᾳ ἡ θεοείκελος τῷ σώματι συμπαρυφίστατο ψυχὴ, κἀντεῦθεν ἐν ζῶλν αύνθετον ἀποτελεῖται ὁ ἄνθρωπος. Καὶ τοῦτ´ ἔστιν ἡ καθ´ ὑπόστασιν ἕνωσις, τοῦτ´ ἔστιν ἡ ἀμφύπαρκτος τῶν ἑτερουσιῶν κατ´ αὐτὸν συνδρομή. Καθ´ ὃν τοίνυν τρόπον ἀθρόον ἀλλήλοις ἐν τῇ μήτρᾳ συντρέχουσι τό τε σῶμα καὶ ἡ ψυχὴ, κατὰ τὸν αὐτὸν αὖθις ἀθρόον ἀλλήλων διίστανται κατά γε τὸν τοῦ θανάτου καιρόν. Ὁ τοίνυν οἰόμενος τὴν ψυχὴν κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν ἐν τῷ τοῦ θανάτου καιρῷ διὰ τὸ κατεψῦχθαί τε καὶ παντάπασιν ἀναισθητεῖν τὰ ἄκρα τῶν μὴ ἐξάπινα τελευτώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συστέλλεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵνα ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ, ὁ τοιοῦτος ἠπάτηται· οὐ γὰρ οὔτως ἔχει, ἀλλ´ ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκεῖθεν ἀφίπταται. Οὕκουν ἐκτείνεται τοῦτο, καθὰ ἄνωθεν εἴπομεν, οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι´ ὅλου ψυχοῦσα οὐδὲν ἦττον ἐφ´ ἑαυτῆς ἔστηκε. Τί δέ ἐστι τὸ συνεκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό· Ἡ φύσις καὶ ἡ ἄλογος ζωή. Οὐδὲ γὰρ ἦν εὐπρεπὲς τῷ παχεῖ προσομιλῆσαι σώματι τὴν ψυχὴν ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσότητος. Καὶ αὕτη μὲν πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῖς ἀκρωτηρίοις συναποσβέννυται, οὐ μὴν ἐκεῖθεν ὑποχωρεῖ. Ἢν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν, Ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου δεσμοῦ διαλυθέντος, ὥσπερ ἑν ἀτόμῳ Π ῥιπῇ ὀφθαλμοῦ, ὅ φησιν Ἀπόστολος, τοῦ σώματος ἔξεισι. Καὶ τοσαύτα μὲν ὁ λόγος ἤδη διείληφε περὶ αὐτῆς τῆς ψυχῆς. Ἀναγκαῖον δὲ προσδιατρίψαι μικρὸν καὶ τοῖς ἔκπαλαι περὶ αὐτοῦ φυσιολογηθεῖσι τοῦ σώματος. ἡ ψυχὴ ἐνεργεῖν. Καθάπερ γὰρ ὁ λαμπρὸς οὗτος ήλιος κατὰ τὴν τοῦ ἀέρος, εἴτε παχύτητα εἴτε λεπτότητα πρὸς ἡμᾶς τὰς ἀκτῖνας ἀφίησιν, οὕτω καὶ νοερὰ ψυχὴ κατὰ τὴν ὀργάνου διάθεσιν τὴν ἑαυτῆς ἐνέργειαν δείκνυσιν. Ἐντεῦθεν καὶ μωρὸν ἔστιν ἰδεῖν καὶ μὴ τοιοῦτον, ὑπνηλὸν καὶ γρήγορον, θυμώδη καὶ πρᾶον, ἀνδρεῖον καὶ δειλὸν, καὶ ὅσα