Ancient Greek
114
Michael Glycas, Annales 114
Unproofread scanNot analysed yet
τοιαῦτα. Καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα· ἔχεις γὰρ τὸν Σιναῖτην θεῖον Ἀναστάσιον λέγοντα μὴ τὸν εὸν εἶναι τῶν τοιούτων αἴτιον, αὐτὴν δὲ μᾶλλον. τὴν φύσιν καὶ τὴν τῶν τεσσάρων στοιχείων συνδρομὴν καὶ συνέλευσιν. Ἄν γὰρ εὑρεθῇ πλημμύρα τοῦ θερμοῦ στοιχείου ἐν τῇ ὥρα τῆς τοῦ βρέφους συλλήψεως, θερμῆς κράσεως τὸ τικτόμενον γίνεται· ἀὰν δὲ τὸ ψυχρὸν καθυπερτερήσῃ στοιχεῖον, ψυχροτέρας ἕξεως εὑρίσκεται τὸ τικτόμενον. Ἐντεῦθεν λο´πὸν ὅ τε θυμώδης καὶ ὁ πρᾶος, ὁ ἀνδρεῖος καὶ Ἀειλός. Καὶ ὅρα τὸν σῦν καὶ τὸν ἔλαφον, τὸν μὲν πρὸς πόλεμον ἕτοιμον διὰ θερμότητα, τὸν δὲ τὴν μάχην φεύγοντα διὰ τὴν ἐκ ψυχρότητος αὐτῷ προσοῦσαν δειλίαν. Ἐὰν δὲ τὸ ξηρόν ὑπερτερήσῃ στοιχεῖον, νηφάλιόν τινα καὶ γοήγορον ἀποτίκτει ἄνθρωπον. Ἐφ’´ ᾧ καί τις σοφὸς, ᾧ ὄνομα Ἡράκλει τος, ἔλεγε, «ψυχὴ ξηροτέρη σοφωτέρη,» ψυχὴν ἐνταῦθα τὴν τοῦ ἐγκεφάλου καλέσας οὐσίαν. Ἐὰν δὲ τὸ ὑγρὸν πλεονάσῃ στοιχεῖον, νωθρόν τινα ποιεῖ καὶ δυσκίνητον. Κατὰ ταῦτα λοιπὸν ἡ ἐκ φύσεως πραότης φρόνησίς τε καὶ σωφροσύνη οὐκ ἀρεταὶ τοῖς θείοις Πατράσι κρίνονται, φυσικὰ δὲ πλεονεκτήματα. Καὶ πρόσσχες αὐτῷ τῷ μεγάλῳ Βασιλείῳ λέγοντι· «Πολλοὺς ἔγνων φύσει μισοῦντας τὸ μίγνυσθαι γυναικ ί, Οὐ´ οὖν σώφρονας αὐτοὺς ὀνομάσομεν; Οὑ δαμῶς· σωφροσύνη γάρ ἐστιν αὐτὴ ἡ ἐγκράτεια καὶ τὸ μαχόμενον περιγενέσθαι τῶν ἡδονῶν.» Καὶ περὶ μὲν τούτων οὕτως. Περὶ τοῦ· «Ποιήσωμεν ἄνθρωπον.» Διὰ τί δὲ πλάττων ὁ Θεὸς τὸν ἄνθρωπον οὐκ ἔλαβε βῶλον, ἀλλὰ χοῦν τὸ λεπτότατον; ὁμοῦ μὲν ἐκ τούτου καὶ τὸ φύσημα καταστέλλων ἡμῶν, ὁμοῦ δὲ καὶ διδοὺς ἐντεῦθεν ἐλπίδα τῆς ἀναστάσεως. Ἐπειδὴ προῄδει ὅτι μέλλει τελευτᾷν τὸ ζῶον καὶ εἰς χοῦν καταντᾷν, προλαβὼν ἐν τῇ δημιουργίᾳ τὴν ἐλπίδα τῆς ἀναστάσεως δίδωσι. Λαμβάνει χοῦν ἀπὸ τῆς γῆς, Τν´ ὅταν ἴδῃς ἐν τάφῳ χοῦν, γνῷς ὅτι ὁ ἐκεῖνον πλάσας καὶ τοῦτον ἀνίστησιν. Ἀλλὰ καὶ τίνος ἕνεκεν. ἐπιζητεῖς, διπλοῦν πλάττει τὸν ἄνθρωπον ἔκ τε ψυχῆς νοερᾶς καὶ σώματος; Ὥστε σύνδεσμον εἶναι τοῦ τε νοητοῦ κόσμου καὶ τοῦ αἰσθητοῦ. Ἐπειδὴ γὰρ οἱ δύο κόσμοι οὕτοι τῇ οὐσίᾳ διεστήκασιν, ἵνα μὴ διαφόρους εἰσαγάγῃ δημιουργοὺς, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον τέθεικεν, ὡς ἐντεῦθεν ἕνα δη; δημιουργὸν τῶν ἄνω τε καὶ τῶν κάτω κηρύττεσθαι. Δ ΔρΙε ΙΙ ΙυΗο Πεὶiθιιίὲ, ὡἱ ΙΠῖΦ ΜΛμε οερ ἰαιὲ υμεΓατμΠ Α ΦΙΡαιῖΩΠ ἰΙίΡιΑΓΠ ΓωΓΟἱ οΓοαίΟΓ ΙΗΙοΙΙἱΧοιΒιΓ. «Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν.» λιὰ τί τὸ ἐκ σώματος καὶ ψυχῆς συντεθὲν δῶον ἄνθρωπον ὡνόμασεν ἡΓραφή; Ὁ ἄνθρωπος τῇ Ἑβραΐδι δταλέκτῳ πῦρ λέγεται. Καὶ ἐπειδὴ προῄδει ὁ Θεὸς ξτι ἀπὸ ἐνὸς ἀνθρώπου ἀνθρωπίνων σωμάτων πληροῦται τῆς οἰκουμένης τὰ πέρατα, εἶς λύχνος ἐξάπτει σοααύτας λαμπάδας, διὰ τοῦτο τὸ τοιοῦτον ζῶον ἐκάλεσεν ἄνθρωπον, τουτέστι πῦρ. Τῶν γὰρ ἄλλων