Ancient Greek
119
Michael Glycas, Annales 119
Unproofread scanNot analysed yet
ἔπληξε μὲν ἀμαρτάνοντας, ἐπιστρεφομένους δὲ οὐκ ἀποστρέφεται.» Ὃτι δὲ θεῖος ἄγγελος ἑνὶ ἑκάστῳ προσεδρεύει τῶν πεστῶν φυλακῆς ἕνεκεν, διείληπται μὲν καὶ τῳ μεγάλῳ Βασιλείῳ λέγοντι· «ς τὰς μελίσσας φυγαδεύει καπνὸς καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ´ ἡμῶν διίστησιν ἀμαρτία.» Οὐχ ἧττον δὲ τὰ περὶ τούτου καὶ αὐτῷ τῷ Θεοδορήτῳ δεδήλωται. Ἐν γὰρ τῇ Θεραπευτικῇ αὐτοῦ τάδε φησίν· «Ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι, καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον. Ἔνθεν τοι καὶ τὸν ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ τὸ τῶν ἀνθρώπων φρουρῆσαι γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς δικφθείρῃ.» Ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τῶν πιστῶν ἔκαστος ἄγγελον φύλακα κέκτηται, καὶ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ διείληπται. Λέγει γάρ· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρὶ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον πρ· ὶ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ περὶ μὲν τούτων οὕτως. Ἔτι δὲ καὶ τοῦτο παρά τισιν ἠπόρηται, εἵτε πρὸ τῆς παραγωγῆς τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴτε μετὰ τὴν δημιουργίαν αὐτῶν αἱνοεραὶ δυνάμεις παρήχθησαν. Ὁ μὲν οὖν Θεοδώρητος, καὶ μὴν καὶ ὁ Γεννάδιος πρὸ τῶν ἀοράτων φύσεων διισχυρίζονται τὸν ὁρατὸν τουτονὶ κόσμον παραχθῆναι· ἐπειδὴ γὰρ περιγραπτοί εἰσιν οἱ ἄγγελοι, ἔπρεπε πάντως καὶ τόπον εἶναί τινα, ὡς ἐντεῦθεν αὐτοὺς ἐν αὐτῷ περιγράφεσθαι. Ἀλλ´ ὁ λοιπὸς τῶν Πατέρων κατάλογος οὐμενοῦν αὐτὸ καταδεχόμενος φαίνεται. Καὶ τηνικαῦτα τοῦ μεγάλου Βασιλείου ἐν τῇ ἑξαημέρῳ αὐτοῦ λέγοντος ἄκουε· «Ην τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις, ταῖς ὑπερκοσμίοις δυνάμεσι πρέπουσα. Δημιουργήματα δὲ ἐν αὐτῇ ὁ τῶν ὅλων Δημιουργὸς ἀπετέλεσε φῶς νοητὸν, πρέπον τῇ μακαριότητι τῶν φιλούντων ἀγγέλων τὸν Κύριον.» Ἀλλὰ καὶ τοῦ θεολόγου Γρηγορίου λέγοντος οὕτως ἄκουε· -«Καὶ πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς οὐρανίους δυνάμεις, καὶ τὸ ἐννόημα ἔργον ἦν, λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον· δεύτερον δὲ ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον.» Ὅμοια δὲ τούτῳ διέξεισι καὶ ὁ ἀδελφὸς αὐτοῦ Καισάριος, «Πᾶσαι. »λέγων, «ἐν φωτὶ διῆγον αἱ ἄσαρκοι τῶν ἀγγέλων χορεῖαι καὶ πρὸ τοῦ γενέσθαι τὸν κόσμον.» Καὶ ὁ θειότατος Ἀναστάσιος ὁ Σιναῖτης περὶ τούτων οὕτω φησί· «Θεὸς ἠμῶν ὁ ἀεὶ ὢν πρὸ πάσης κτίσεως ἐννοεῖ καὶ ποιεῖ τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις, ὡς μόνος αὐτὸς οἶδεν.» Ἀλλὰ καὶ ὁ Σεβῆος · καὶ μὴν καὶ ὁ Διόδωρος αὐτός τε ὁ μέγας Ἀμφιλόχιος πρεσβυτέραν ἀποδείκνυσι τοῦ ὁοῶμένου τούτου κόσμου καὶ αἰσθητοῦ τὴν τῶν ἀοράτων φύστων