Ancient Greek
120
Michael Glycas, Annales 120
Unproofread scanNot analysed yet
δημιουργίαν. Ὁ δὲ Δαμασκηνὸς Ἰωάννος περὶ τούτου καὶ τάδε φησίν· «Ἔτεροι μὲν οὖν μετὰ τὸν πρῶτον οὐρανὸν τὰς ἀοράτους φασὶ παραχθῆναι δυνάμεις, ἐγὼ δὲ τῷ Θεολόγῳ Γρηγορίῳ συντίθεμαι· ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ τότε τὴν αἰσθητὴν, καὶ οὕτως ἑξ ἀμφοτέρων τὸν ἄνθρωπον.» Παράγει μὲν ὁ Θεὸς τὰς ἄνω δυνάμεις, ὡς εἴρηται πρότερον, ἔπειτα δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Τέλος πάντοων ταῖς οἰκείαις χερσὶ πλάττει τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐμφυσήσας αὐτῷ, καθάπερ ἄνωθεν εἴρηται. «Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ´ ὁμοίωσιν,» καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς γῆς. Διὰ τί πρῶτον ἐνταῦθα τῶν ἰχθύων ἐμνημόνευσε, «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων τῆς γῆς» εἰπών; Κατὰ τὴν τάξιν τῆς δημιουργίας· πρῶτον γὰρ οἱ ἰχθύες ἐκ τῆς θαλάσσης ἐγένοντο, εἶτα τὰ πετεινὰ, μετὰ ταῦτα δὲ ἀπὸ τῆς γῆς τὰ τετράποδα. Καὶ τοῦτο δὲ ζητοῦσιν, ἀγαπητέ, τίνος ἕνεκεν ἤγαγε τὰ ζῶα πρὸς τὸν Ἀδάμ ὁ Θεός. Ἔφθασεν εἰπὼν ὅτι «Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν, καὶ ἀρχέτω τῶνἰχθύων.» Ἵνα γοῦν ὅπερ εἶπε δῆλον ἔργοις αὐτοῖς γένηται, διὰ τοῦτο τὰ ζῶα ἤγαγε πρὸς τὸν Ἀδὰμ ὠς ἐντεῦθεν καὶ τὴν ὑποταγὴν αὐτῶν ἐπιγνωσθῆναιαὶ γὰρ ὡς δοῦλα παρίσταντο ἄπαντα], καὶ τὴν δοθεῖσαν ὑπὸ Θεοῦ σοφίαν τῷ Ἀδὰμ δήλην γενέσθαι παντί· ἐφ´ ἑκάστῳ γὰρ τῶν ζώων ὄνομα ἔθετο τῆ αὐτοῦ φύσει κατάλληλον Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ´ ὁμοίωσιν, τοῦτέστι δώσωμεν αὐτῷ λόγου περιουαίαν, ὡς ὁ μέγας φησὶ Βασίλειος. «Καὶ τὸ μὲν κατ´ εἰκόνα ἐκ Θεοῦ ἔλαβον, ἤγουν τὸ λογικὸν εἶναι, τὸ δὲ καθ´ ὁμοίωσιν ἐμοὶ κατέλιπεν. Εἰ γὰρ ἐκεῖθεν καὶ τοῦτο ἔλαβον, ποία χάρις ἐμοί; Ἕχω τοίνυν τὸ καθ´ ὁμοίωσιν, ἡνίκα χρηστὸς ἀφ´ ἑαυτοῦ γίνομαι.» Τούτοις οὖν ἀκολούθως καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησὶν ὅτι καθ´ ὁμοίωσιν ἐποίησεν ἡμᾶς ὁ Θεὸς, ὥστε ὁμοιοῦσθαι αὐτῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ἡ ἀρετὴ γὰρ ἐκ Θεοῦ μὲν ἐδόθη τῇ φύσει ἡμῶν, ἐφ´ ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι αὐτῇ καὶ ἀκολουθῆσαι τῷ Θεῷ, ἢ ἀποφοιτῆσαι αὐτῆς καὶ ἀκολουθῆσαι τῷ διαβόλῳ. Ὁ δὲ χρυσοῤῥήμων Ἰωάννης ἐν τῇ εἰς τὴν Ἑξαήμερον κα´ ὁμιλίᾳ αὐτοῦ καὶ τάδε φησίν· «ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ´ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, τουτέστιν ἀπὸ πάντων δέδωκεξ τὴν ἐξου αίαν αὐτῶ. Ὥσπερ γὰρ ὁ Θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει, τῶν τε ὁρατῶν τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας ἐβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. Διὸ καὶ τὴν τῆς ψυχῆς αὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνεκές. Ἀλλὰ καὶ παραβάντα τὴν ἐντολὴν οὐκ ἀπεστράφη τέλεον, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς