Ancient Greek
122
Michael Glycas, Annales 122
Unproofread scanNot analysed yet
τρόπον ἐξ ἀνδρὸς μόνου γενήσεται, ἀλλ´ ἐκ συναφείας ἀμφοτέρων καὶ νόμου γαμικοῦ ρμρμ ΒΙΟσιεᾳὺΙΙΓ. Οὐκοῦν ἐπιβάλλει ὁ Θεὸς ἔκστασιν τῶ Ἀδὰμ καὶ μίαν τῶν πλευρῶν αὐτοῦ λαβὼν τὴν Εὔαν οἰκοδομεῖ. Ἀναγκαῖον γὰρ ἦν μὴ καὶ τὴν Εὔαν ἀπὸ γῆς προελθεῖν, ἀλλ´ ἀπὸ τῆς οὐσίας τοῦ Ἀδὰμ, ὡς ἐντεῦθεν φίλτρον ἐντεθῆναι τοῖς ὁμοζύγοις. Ἐπιβάλλει οὖν ἔκστασιν, ἤτοι κάρον ἐντίθησι τῷ Ἀδὰμ, ὡς μὴ λαβεῖν ὀδύνης αἴ-θησιν ἐν τῇ ἀφαιρέσει τῆς πλευρᾶς, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κἀντεῦθεν ἐχθρωδῶς διακεῖσθαι πρὸς τὴν ὁμόζυγον. Ἀφαιρεῖται γοῦν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ οἰκοδομεῖ τὴν γυναῖκα, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’´ αὐτης. Τίνος οὖν ἕνεκεν ἀνεπλήρωσεν; Ἵνα μὴ ἔχῃ μετὰ τὴν τοῦ ὕπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγονότος· εἰ γὰρ ἐν τῷ τῆς ἀφαιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ´ ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός· ἐφ´ ᾧ διὰ σαρκὸς τὴν τῆς πλευρᾶς ἀνεπλήρωσεν ἔλλειψιν. «Καὶ εἶπεν ὁ Θεὸς, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Τῷ μεγάλῳ Βασιλείῳ προσεκτέον κἀνταῦθα. Φησὶ γὰρ ὅτι διπλῆ ἡ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ ψυχῆς· ἀλλ´ ἡ μὲν τοῦ σώματος αὔξησις ἡ ἀπὸ τοῦ μικροῦ εἰς τὸ καθῆκον μέγεθος ἀποκατάστασις, ἡ δὲ τῆς ψυχῆς αὔξησις διὰ τῶν μαθημάτων προσεπιγίνεται. Ἀλλὰ καὶ ὁ χρυσοῤῥήμων Ἰωάννης περὶ ψυχῆς οὕτω φησὶν, ὅτι ἅπαξ λαβοῦσα τὸ εἶναι παρὰ Θεοῦ πρὸς αὔξησιν οὐκέτι καθὰ δὴ καὶ τὸ σῶμα χωρεῖ· πῶς καὶ γὰρ ἄποσος αὖτη καὶ ἀσχημάτιστος οὖσα, ὡς εἰκὼν τοῦ Θεοῦ· Τελεία μὲν οὖν ἐξ ἀρχῆς αὐτῆς ἡ νοερὰ ἔκτιστο ψυχὴ, εἰ καὶ κατὰ μικρὸν δοκεῖ συναύξειν τῷ σώματι. Καὶ δῆλον ἐξ ὧν ὁ Νύσσης φησί· «Τὸ τῆς ψυχῆς εἶδος κατὰ τὴν ἀναλογίαν τοῦ ὑποκειμένου ὁργάνου φαίνεται. Ἡ γὰρ πρὸς τὴν ἐμπαθῆ καὶ ζωώδη γένεσιν κοινωνία οὐκ εὐθὺς ἐκλάμπειν τῷ πλάσματι τὴν θείαν εἰκόνα ἐποίησεν, ἀλλ´ ὁδῷ τινι ἀκολουθία ἐσὶ τὸ τέλειον ἄγει τὸν ἄνθρωπον, οὐκ ἄλλης τῷ νηπίῳ καὶ ἑτέρας τῷ τελείῳ ἐγγινομένης ψυχῆς, ἀλλὰ τῆς αὐτῆς ἐν ἐκείνῳ μὲν τὸ ἀτελὲς, ἐν τούτῳ δὲ δεικνυούσης τὸ τέλειον.» Τελεία μὲν οὖν ἡ ψυχὴ καὶ ἐν βρεφικῇ ἡλικίᾳ, ἀδυνατεῖ δὲ τὴν ὅλην αὐτῆς δεικνύειν ἐνέργειαν. Καθάπερ γὰρ μουσικὸς ἄριστος ἐν μὲν μικροῖς αὐλοῖς στενόν τι καὶ ἔκτροπον μέλος ἄπήχησεν, ἡνίκα δὲ εὐρυπόρους εὕρη αὐλοὺς, τότε τὴν αὐτοῦ τέχνην ὅλην ὑπέδειξεν, οὕτω καὶ ψυχὴ, ὡ ὁ Θεολόγος Γρηγόριος ἐν τοῖς ἐμμέτροις αὐτοῦ διέξεισιν ἔπεσι· κατὰ γὰρ τὴν τοῦ ὀργάνου διάθεσιν οὕτω κἀκείνη τὴν ἐνέργειαν δείκνυσιν.