Ancient Greek
121
Michael Glycas, Annales 121
Unproofread scanNot analysed yet
αὐτῆς ἀρχῆς ἀφῆκεν εἶναι. Διὰ γὰρ τοῦ προσόντος αὐτῷ λόγου καὶ τήμερον πάντων κρατεῖ. Εἰ γὰρ καὶ θῆρας ἀγρίους ὁρᾷς αὐθαδείᾳ χρωμένους, ἔστι ὅτε καὶ ὁρμῶντας ἀναιδῶς κατ´ αὐτοῦ, μὴ θαύμαζε, ὅτι καὶ τοῦτο κατὰ θείαν πάντως οἰκονομίαν, ὡς ἐντεῦθεν τῆς ἁμαρτίας ἡμᾶς ἐπιμεμνῆσθαι καὶ ἄκοντας, δι´ ἣν δεδοικέναι καὶ τρέμειν ὡς ὑπὸ χεῖρα κατεδικάσθημεν. Ὁτι δὲ ἄρχων ὑπὸ Θεοῦ πάντων ἐχειρο τονήθη τῶν ἐπὶ γῆς ὁ ἄνθρωπος, καὶ ἀπ´ αὐτοῦ τοῦ σχήματος δῆλον· ὄρθιον γὰρ, ὡς ὁρᾷς, τῷ ἀνθρώπῳ τὸ σχῆμα καὶ πρὸς οὐρανὸν ἀνατείνεται καὶ ἄνω βλέπει. Ταῦτα δὲ πάντως, ὡς ὁ Νύσσης φησὶ, καὶ ἀρχικὰ δοκεῖ εἶναι καὶ τὴν βασιλικὴν ἀξίαν ὑποσημαίνοντα · τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν. Πρόσεχε, ἀγαπητέ. Βουλόμενος ὁ Θεὸς τιμῆσαι τὸν ἄνθρωπον, φυτεύει παράδεισον πρότερον, καὶ οὗτω τίθησιν αὐτὸν ἐν αὐτῷ, εἰ καὶ Πύῤῥων ὁ χρονογράφος μεθ´ ἡμέρας τεσσαράκοντα τὸν Ἀδὰμ εἰσελθεῖν ἐν τῷ παραδείσῳ φησίν. Ἀλλ´ οὐκ οἶδα ποῦ διέτριβε πρότερον ὁ Ἀδὰμ, ἔξω τοῦ παραδείσου τεσσαράκοντα διάγων ἡμέρας. Ὁ μὲν οὖν χρυσοῤῥήμων Ἰωάννης καὶ ταύτην ἐκ μέσου τὴν ὑπόνοιαν ποιεῖ, λέγων· «Ἐξόν ἦν τῷ Ἀδὰμ καὶ ἔξω τοῦ παραδείσου διάγειν. Ἀλλ´ οὐ τῇ οἰκήσει τοῦ ἀνθρώπου ἀφώριστο, ἀλλὰ τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ὁ δὲ αὐτοῖς βασιλικὸν ἐνδιαίτημα ὁ παράδεισος · διὰ τοῦτο καὶ ὁ Θεὸς ἤγαγε τὰ ζῶα πρὸς τὸν Ἀδὰμ ὡς κενωρισμένα αὐτοῦ.» Εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ τῷ Πύῤῥωνι, ἀλλὰ τῷ χρυσοῤῥήμονι πάρασχε τὰς σὰς ἀκοὰς, ὅτι καὶ τοῦ παναγίου Πνεύματος ὑποφήτης ὁ τοιοῦτος ὄντως ἐστί. ΚΜετὰ ταῦτά φησι «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ´ αὐτὸν,» τουτέστιν αὐτῷ τε κατὰ πάντα ἐμφερῆ καὶ τῇ φύσει αὐτοῦ. Μὴ μέντοι γε καὶ τὰ λοιπὰ ζῶα, ὅτι μηδὲ τῆς αὐτῆς αὐτῷ τυγχάνουσι ταῦτα μέτοχα φύσεως. Ἀλλ´ ἐνταῦθα Μάνης ψεύστην τὸν Θεὸν εἶπεν, ὁμοίως καὶ Ἀκύλας· τὸ γὰρ κατ´ αὐτὸν ἐναντίως αὐτῷ ἐξέδοτο, ἐπεὶ τάχα τὸν Ἀδὰμ αὕτη παραβῆναι πεποίηκε, κἀντεῦθεν ὁ βοηθὸς ἐπίβουλος γέγονε. Καὶ οὗτοι μὲν οὕτως· κατὰ δὲ τὸν θειότατον Κύριλλον τὸν Δαμασκηνόν τε Ἰωάννην βοηθὸς αὕτη τῷ Ἀδὰμ εἰς τὴν τοῦ ἀνθρωπίνου γένους κεχρήμάτικε σύστασιν. Ἔκστασιν οὖν ἐπιβάλλει τῷ Ἀδὰμ, καὶ μίαν τῶν αὐτοῦ πλευρῶν ἐξελὼν οἰκοδομεῖ τὴν γυναῖκα Ὁ καὶ θεασάμενος ὕστερον ὁ Ἀδὰμ «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου» προφητικώτατα ἔφησεν. Οὐδὲ γὰρ ἡἶγυνὴ καὶ εἰσέτι τὸν αὐτὸν