Ancient Greek
134
Michael Glycas, Annales 134
Unproofread scanNot analysed yet
τὸ κακὸν, εἰ μή γε καὶ μετὰ τὴν ἀπάτην ὁ ἄνθρωπος ἀθανασίᾳ συζῇν ἔμελλε, καθὰ δὴ καὶ τὸ πρότερον; Συγκεχώρηται λοιπὸν ὁ ἀθάνατος, ὡς ἤδη προείρηται, θανάτῳ περιπεσεῖν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· ὃ δὴ καὶ κέρδος ὁ Θεολόγος ἐκάλεσεν. Ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. Εἰ γὰρ θνητὸς δ Ἀδὰμ καὶ πρὸ τῆς παραβάσεως ἦν, θνητὸς δὲ καὶ μετὰ τὴν παράβασιν, πότε λοιπὸν ἐδάξατο τοῦ θανάτου τὸ ἐπιτίμιον; πότε δὲ καὶ τοὺς δερματίνους ἠμφιάσατο χιτῶνας; Εὔδηλον οὐν ὅτι περὶ της. κοινῆς τῶν ἀνθρώπων φύσεως τὸν λόγον ποιούμενος τῷ σώματι μὲν ἔλεγε πρόσκαιρον εἰναι τὸν ἄνθρωπον, ἀθάνατον δὲ τῆ ψυχῇ. Κατὰ γὰρ τοῦτο καὶ πάσχειν αὐτὸν ἔλεγε χάριν ὑπομνήσεως καὶ παιδεύσεως, ἐπεὶ πῶς ἂν ὑπέπιπτε πάθεσι τὸ σῶμα ἐκεῖνο τὸ μὴ δεόμενον ἐπικαλύμματος κἀντεῦθεν ἀπαθὲς γνωριζόμενον; Ἀντιλέγειν οὖν ἐπὶ πλέον οὐκ εὔλογον· εἰ γὰρ πρόσκαιρος ἦν ὁ Ἀδὰμ ἀπ´ ἀρχῆς, εἰ πρὸ τῆς ἀμαρτίας ὑπῆρχε θνητὸς, οὐκ ἄν ὁ μέγας Παῦλος ἔλεγεν· «Ὀψώνιον τῆς ἀμαρτίας ὁ θάνατος.» Ἔδειξε γὰρ ἐντεῦθεν ὅτι πρὸ τῆς ἀμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν. Εἰ δὲ τοῦτο, καὶ ασῶν λοιπὸν σωματικῶν ἀναγκῶν ὁ τοιοῦτος ὑπέρτερος. Ὡς εἶναι δῆλον ἐντεῦθεν ὅτι καὶ βρώσεως αἰσθη- «τῆς ἄγευστος ἦν ὁ ἄνθρωπος ἀπ´ ἀρχῆς. Εἰ γὰρ μὴ ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν ἐσθίειν ἐπέτρεψε τῷ Ἀδὰμ ὁ Θεὸς, ἀλλ´ οὸμενον ἐκεῖσε καὶ βρῶσις ἦν αἰσθητὴ καὶ ῥευστή. Καὶ τοῦτο προϊὼν ὁ λόγος ἀριδηλότερον δείξει σοι. Ἡ γὰρ, ὡς ὁ μέγας φησὶ πρὸς Ἀντίοχον Ἀθανάσιος, ἄφθαρτά εἰσι τὰ ἐν τῷ παραδείσῳ φυτὰ, καὶ πῶς ὀδοῦσιν ἐτέμνοντο; ῶς ἐβιβρώσκοντο; τὸ γὰρ ἄφθαρτον οὕτε τέμνεσθαι μέφοκεν οὔτε βιβρώσκεσθοι. Ἡ φθαραὰ λη α. παραδείσῳ, κοθὰ τινες ὑποπτεύουσι, καὶ πῶς αὐτὰ τρο ρὴν ὁ Ἀὰμ ἐποιεῖτο; δότωσαν ἐπὶ τούτοις ἀπόκρισιν. Ἥ γὰρ τὸ προσὸν αὐτῷ τηνικαῦτα σῶμα διαπνεόμενον ἦν ἅτε φθορᾷ καὶ ῥόύσει ὑποκείμενον, καὶ πεινῶν ἐξ ἀνάγκης ἦν· ἢ ἀδιάπνευστον ἔμενεν ὡς ἄρευστον ὑπάρχον καὶ ἄφθαρτον, καὶ τί τὸ καταναγκάζον αὐτὸ αἰσθητῆς ἄπτεσθαι βρώσεως; Ἀλλ´ οὐκ ἔχοιεν ἄν τι καὶ λέγειν, εἴγε καὶ μᾶλλον ἀνώτερος ἦν ὁ κατ´ εἰκόνα Θεοῦ τῶν σωματικῶν ἀναγκῶν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φησί· πεῖνα γὰρ καὶ δίψα καὶ κόπος καὶ ὕπνος καὶ ὀδύνη καὶ φθορὰ, καθὰ δὴ καὶ προείρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν. Ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ τοῖς ἔνθεν κἀκεῖθεν εὑρισκομένοις καὶ ἄλλα τε διηγουμένοις ἀπερισκέπτως ὑπάνοιγε τὰς ἀκοὰς, ἀποστρέφου