Ancient Greek
135
Michael Glycas, Annales 135
Unproofread scanNot analysed yet
δὲ κἄλλον αὐτὰ καὶ οὐδὲν ἐγοῦ καὶ ἀπόῤῥιπτε, καθὼς Κδὴ πρὸ ὁλίγου καὶ ἡμεῖς ἐποιήσαμεν. Πολλὰ γὰρ τοιαῦτα καὶ εὕρομεν καὶ ἀνέγνωμεν, καὶ μετὰ τῶν μύθων ἐτάξαμεν, ὅτι τοῦ ὀρθοδόξου τῶν πατέρων Κφρονήματος πόῤῥω που πίπτοντα ταῦτα διέγνωμεν. Μὴ τοίννν ἐν παραδείσῳ βρῶσιν εἶναι ῥευστὴν ὑπελάμβανε, μηδὲ ξηραῖς οὕτω ταῖς γραφικαῖς πρόσεχε λέξεσιν, εἴγε καὶ μᾶλλον ἕτερα δι´ ἑτέρων ἡ ἁγία πολλάκις διδάσκει Γραφή. Ὁποῖον δὴ καὶ τὸ «ἔπλασε τὸν ἄνθρωπον ὁ Θεὸς χοῦν λαβών ἀπὸ´ τῆς γῆς,» καὶ τὸ «ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» καὶ τὸ »περιεπάτει ὁ Θεὸς ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν.» Ταῦτα μεν γὰρ ἀνοίκεια τῷ ἀσωμάτῳ πάντως Θεῷ· λέγει δὲ ὅμως ἡ ἀγία ταῦτα Γραφὴ ταῖς ἡμῶν ἀσθενείαις συγκαταβαίνουσα. Καὶ γὰρ εἰ μὴ τοῦτο δώσομεν, πολλὰ ἡμῖν ἐπακολουθήσει τὰ ἄτοπα. Στόμα γὰρ αὐτῷ περιθήσομεν χεῖράς τε καὶ πόδας, καὶ ὅσα τοιαῦτα· καὶ γὰρ εἰ μὴ χεῖρας εἶχε, πῶς ἔπλασε τὸν ἄνθρωπον; εἰ μὴ στόμα εἶχε, πῶς ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ; εἰ μὴ πόόας εἶχε, πῶς ἡ Γραφὴ λέγει περιπατεῖν αὐτὸν ἓν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν; ἀλλ´ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἔφθασε γὰρ ὁ τῶν ἁγίων Πατέρων χορ´ ς κπελθεῖν τὰ τοιαῦτα θεῖα ῥητὰ, καὶ διδάξαι ἡμᾶς ὅπως ἐκλαμβάνειν αὐτὰ χρὴ, καὶ μὴ τῷ οἰκείῳ θελήματι παρασυρομένους ἅλλεσθαι τε κατὰ κρημνῶν καὶ τῆς εὐθείας πόῤῥω που φέρεσθαι. Θἰο ειο ἀε τὸοιο ὀομωΙΟΙΙε οκῖειῖηατα ἰς ρα Οὕτω μὲν οὖν καὶ περὶ τοῦ φυτοῦ ἐκείνου, τοῦ ξύλου δηλονότι τῆς γνώσεως, ὃιανοεῖοθαί σε ἄξιον, κίνα καὶ διαφωνίαν ἂπὶ τούτοῖς τινὰ παρεμπίπτουσαν ἔχομεν. Αὐτίκα γὰρ ὃ θειότατος Ἰσίβωρος ὁ Πηλουσιώτης οὔτως εὕρηται περὶ τούτου διεξιών. «Καταρᾶται μὲν τὴν συκῆν ὁ Χριστὸ, ὃνα δείξῃ τοῖς Ἰουδαίοις ὅτι καὶ κολάζειν δύναται. Ἄμα δέ τις τούτῳ καὶ ἀπόῤῥητος συμπέπλεκται λόγος, παρὰ γερόντων σοφῶν εἰς ἡμᾶς διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο ἦν, οὔ καὶ τοῖς φύλλοις οἱ παραβάντες εἰς σκέπην ἐχρήσαντο. Καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως μηκέτι ἐνεγκεῖν αἴτιον ἁμαρτίας.» Ὁ δὲ τὰ θεῖα σοφὸς Ἰωάννης ὁ Δαμασκηνὸς βρῶσιν ἐπὶ παραδείσου τὴν θείαν εἶπεν ἐπίγνωσιν. Δίδωσι γὰρ ὁ Θεὸς τῷ Ἀδὰμ ἐξουσίαν πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν, πλὴν οὐ βρώσεως ἕνεκεν, ἀλλ´ ἴνα πρὸς αὐτὸν ἐντεῦθεν τὸν δημιουργὸν ἐπανάγηται· ἀπὸ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων, ὥς πού φησι Σολομών, ὁ δημιουργὸς αὐτῶν ἐπιγινώσκεσθαι εἴωθεν. Καὶ ὅρα πῶς ἐκλαμβάνει περὶ παραδείσου ὁ θεῖος οὗτος Ἰωάννης, καὶ τί φησιν ἑπ´ αὐτοῖς. «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῶ παραδείσῳ βρώσει φάγῃς. Διὰ πάντων, λέγω, τῶν κτισμάτων ἐπ´ ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι καὶ ἕυα καρπὸν ἐκ πάντων κάρπωσαι, ἐμὲ τὴν ὄντως ζωήν Πάντα σοι ζωὴν καρποφορείτω, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν.» Καὶ