Ancient Greek
143
Michael Glycas, Annales 143
Unproofread scanNot analysed yet
ἂτι τοῦ κακοῦ ποιητὴς οὐκ ἔστιν ὁ Θεός. Οὐχὶ Ἀὲ τῶν μὴ ὄντων. Εἰ γὰρ τὰ καλὰ παραχθῆναι λέγεται παρὰ Θεοῦ, ταῦτα καὶ ὄντα πάντως εἰσί. Τὸ δὲ κακὸν ἐπειδὴ οὐ παρήχθη παρα Θεοῦ, οὐδὲ ὄν ἐστι. Τοῦ κακοῦ λοιπὸν οὐκ ἔστι ποιητὴς ὁ Θεὸς, εἴγε τῶν μὴ ὄντων, ὡς ἔφημεν, οὐκ ἔστι ποιητὴς, λέγεται δὲ μὴ εἶναί τι τὸ κακὸν, ἐπειδὴ ἀνυπόστατο καὶ ἐφ´ ἑαυτοῦ μὴ ὑφέστηκε, Τοιοῦτος οὖν ἤγουν ἀγαθὸς ὑπὸ Θεοῦ παραχθεὶς διάβολος τῆς περιγείου τάξεως καὶ τῆς γῆς ἐνεχειρίσθη τὴν φυλακὴν παρ´ αὐτοῦ. Μὴ ἐνέγκας δὲ τόν τε φωτισμὸν καὶ τὴν τιμὴν ἣν ὁ Θεὸς αὐτῷ ἐχαρίσατο, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐτράπη, καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ- «Θήσω» καὶ γὰρ εἶπε «τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» Ἔνθεν ποι καὶ ὡς ἀστραπὴ κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἐκ τοῦ οὐρανοῦ κατὰ γῆς ἔπεσε. Συναπεσπάσθη δὲ αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ´ αὐτὸν τεταγμένων ἀγγέλων. Τοῦτο δὲ καὶ ὁ προφήτης Ἡσαΐας ἔδειξεν οὕτως εἰπών· «Πῶς ἐξέπεσεν ὁ Ἑωσφόρος ὁ τὸ πρωῒ ἀνατέλλων, καὶ συνετρίβη εἰς τὴν γῆν; ἐ Ἐωσφόρον δὲ αὐτὸν ἐκάλεσεν δι´ ἡν ἀπὸ Θεοῦ ἔσχε λαμπρότητα. Τούτοις οὖν ἀκολούθως καὶ τῷ θεο λόγῳ Γρηγορίῳ διείληπται. Ἐωσφόρον γὰρ αὐτὸν εἶπε διὰ τὴν λαμπρότητα, σκότος δὲ διὰ τὴν ἔπαρσιν καὶ γενόμενον καὶ λεγόμενον. Ἔκτοτε δὲ οἱ ἀκάθαρτοι δαίμονες τὸν καθ´ ἡμῶν ἀνεδέξαντο πόλεμον. Οὐδὲ γὰρ ἀνέχονται τοὺς ἀνθρώπους ὁρᾷν ἐκεῖσε σπεύδοντας ἀνελθεῖν ὅθεν κακοβούλως ἐξέπεσον, ὡς ὁ μέγας φησὶ Βασίλειος. Δοχεῖα καὶ γὰρ πάσης ὄντες κακίας καὶ τὴν τοῦ φθόνου νόσον ἐδέξαντο Οὐδὲ γὰρ ἐχθρὸς ἡμῖν ὁ διάβολος ἐκτίσθη παρὰ Θεοῦ ἀλλ´ ἐκ ζηλοτυπίας ἡμᾶς πολεμεῖ. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταῤῥιφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήινον ἐπὶ τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. Καὶ μία μὲν παρά γε τοῖς ἀγγέλοις καὶ τοῖς δαίμοσιν ἡ οὐσία, οὐχὶ δὲ καὶ ἡ προαίρεσις, καθὰ δὴ καὶ ἐπὶ ἀγαθῶν ἀνθρώπων καὶ πονηρῶν ἔστιν ἰδεῖν· μία μέν καὶ παρ´ αὐτοῖς ἡ φύσις ἐστὶν, οὐ μὴν δὲ καὶ γνώμη καὶ θέλησις ἡ αὐτήΚαὶ τὸ μὲν ὀρθόδοξον τῆς Ἐκκλησίας φρόνημα τοῦτον ἔχει τὸν τρόπον· οἱ δὲ τῶν Ἑλλήνων σοφοὶ Πορφύριος καὶ Ἰάμβλιχος, διαφέρειν τοὺς δαίμονας κατὰ τὴν οὐσίαν λέγουσι, καὶ ἀλόγους τινὰς αὐτῶν καὶ ὑλαίους εἶναι, ἐμπίπτειν δὲ αὐτοὺς ἡμῖν οὐχ ὡς δυσμενεῖς ἀλλ´ ὡς ἡμῶν κολαστάς. Ἀλλὰ καὶ προγινώσκειν αὐτοὺς καὶ τὸ μέλλον εἰδέναι λέγουσι, πλὴν ούχὶ πάντας· τοὺς μὲν γὰρ τὰ ἄνω λαχόντας δαίμονας ἀληθεύειν παντάπασι, τοὺς δὲ ταρταρωθέντας ψευδεῖς εἶναί φασι, τοὺς δὲ περιγειοτέρους καὶ μέσους λοξοὺς εἶναι καὶ ἀμφιβόλους λέγουσιν. Ἀλλ´