Ancient Greek
144
Michael Glycas, Annales 144
Unproofread scanNot analysed yet
Ἀμῖν οὐχ οὕτω δοκεῖ. Ἐὰν γὰρ οἱ φωτεινοὶ ἄγγελοι τὸ τῆς προγνώσεως οἴκοθεν οὐκ ἔχωσι χάρισμα καὶ γὰρ ἐκεῖνα προλέγουσι, καθὰ δὴ καὶ ὁ Δαμα. σκηνὸς Ἰωάννης φησὶν, ὅσα ἂν αὐτοῖς ἀποκαλυφθῆναι παρὰ Θεοῦ φθάσωσι), πολλῷ μᾶλλον οἱ ἀκάθαρτοι δαίμονες προλέγειν οὐ δύνανται. Προγνώστης γὰρ καὶ καρδιογνώστης μόνος ὁ Θεός. Καὶ πείθου τῷ θείῳ Δαβὶδ πρὸς τὸν Θεὸν οὕτω λέγοντι· «Σὺ γινώσκεις τὰς καρδίας μονώτατος.» Ἀλλὰ ταῦτα μὲν, ἀγαπητέ, κατ´ ἐπιτομὴν ὁ λόγος διῆλθέ σοι. Καὶ μὴ δυσχέραινε τούτου ἕνεκεν Καὶ φιλομαθὴς ὥν· ἀλλαχοῦ γὰρ, οἶδας, ἐσχεδιάσθη σοι τὰ περὶ τούτων πλατύτερον Λέγει γὰρ ἡ Γραφή· «Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὠραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε.» Πρόσεχε, ἀγαπητέ, τῷ μεγάλῳ κἀνταῦθα Βασιλείῳ. Φησὶ γὰρ διὰ τί δὲ καὶ ἦν ἐν παραδείσῳ τὸ ξύλον τῆς βρώσεως; εἰ μὴ γὰρ ἦν αὐτὸ, οὐκ ἂν ἡμᾶς ὁ διάβολος ἀπατήσας εἰς θάνατον κατήγαγεν. Ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον. Διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. Καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δέ γε Νύσσης ὑψηλότερον ἐκλαμβάνει τὰ περὶ πρύτου, καὶ οὕτω φησίς Προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρπὸν, οὐχ ὡς ἔχει φύσεως α γὰρ ἠπατήθη ὁ ἄνθρωπος τῷ προδήλῳ κακῷ), ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησεν ἡδονὴν ἐγγοητεύσας τῇ γεύαι. πιθανὸς ἐφάνη τῇ γυναικί. Τούτῳ τῷ τρόπῳ τὸν ἄνθρωπον ὁ διάβολος εἴωθεν ἀπατᾷν. Καὶ εἰ μὴ διόλου νήφων ὁρᾶται, οὐκἂν ἐκφύγοι τὰς αὐτοῦ μηχανὰς οὐκ ἀν εὐρεθείη τῶν παγίδων ἀνώτερος. Καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Ἐ δὲ Λεπτὸ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσσνεῖν ὅλως τῷ λόγῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἧν ἀπό τε μόχθου καὶ πείνης. Ἀλλὰ ταῦτα μὲν, ἀγαπητέ, σιωπᾷν ἄμεινον, ὅτι καὶ σιωπῆς, ὡς προείρηται, τυχχάνουσιν ἄξια. Εἰ μὴ βούλει καὶ σὺ λέγειν ὅτι γυναῖκα ἔλαβεν ὁ Ἀδὰμ, ἵνα μὴ ἐφ´ ἕτερα τῶν ζώων τραπήσεται. Ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. Ἀφῃρέθη δὲ ταῦτα ὸια τὸ τολμηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. Ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετὰ, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιενι αὐτόν. Ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι