Ancient Greek
147
Michael Glycas, Annales 147
Unproofread scanNot analysed yet
Περὶ τριῶν μερῶν τῆς ψυχῆς. Πρὸς τούτοις εἰδέναι καὶ τοῦτό σε βούλομαι, ὅτι τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς τῷ ἥπατι ἐγκαθίδρυται, τὸ δὲ θυμικὸν ἐν τῇ καρδίᾳ ποιεῖται τὴν οἴκησιν, τὸ δὲ λογικὸν ἐν αὐτῷ τῷ ἐγκεφάλω. Τοῦτο μὲν οὖν τὸ λογικὸν ἐχαρίσατό σοι ὁ τῶν ὅλων πρύτανις, ἵνα συμμάχῳ καὶ τῶ θυμικῷ χρώμενος γενναίως ἀνθίστασαι κατὰ τῆς ἀλόγου καὶ βοσκηματώδους ψυχῆς, τῆς ἐπιθυμητικῆς δηλαδή· οἶδε γὰρ ὁ τῆς φύσεως δεσπότης ὅση περ ἐκείνης ἐστὶν ἡ ὁρμή. Ὅτι δὲ τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν αὐτῷ τῷ ἥπατι ἐγκαθίδρυται, καὶ τὸν Τιτυὸν παράγει ὁ Γαληνὸς εἰς σύστασιν τούτου τοῦ λόγου, ἐν μὲν τῇ διαγνωστικῇ αὐτοῦ ὑπὸ ἀετοῦ λέγων αὐτοῦ κατεσθίεσθαι τὸ ἡπαρ, ἐν δὲ τῷ περὶ ἠθῶν ψυχῆς μονοβίβλῳ ὑπὸ γυπῶν Ὁ νὰρ Τιτυὸς οὗτος κατὰ τὴν ἔξω μυθολονίαν ἐρασθῆναι λέγεται τῆς Λητοῦς, ἐφ´ ᾧ καὶ παρὰ τῶν παίδων αὐτῆς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος κολάσει καθυποβληθῆναι, καὶ κατὰ μὲν τὸν Γαληνὸν ὑπὸ ἀετοῦ εἴτε καὶ γυπῶν τὸ ἧπαρ ἐσθίεσθαι κατὰ δέ τινας ἄλλους τοξευθῆναι αὐτὸν κἀντεῦθεν ἔχειν τὰ βέλη ἐμπεπαρμένα τῷ ἥπατι. Εὔδηλον οὖν ἐντεῦθεν τῷ ἥπατι τὸ τῆς ψυχῆς ἐπιθυμητικόν ἐστι. Πρόσεχε λοιπόν. Ὅταν μὲν γὰρ τὸ λογιστικὸν ἄρχῃ, πειθόμενον μὲν ἑαυτῷ τὸ θυμοειδὲς ἔχον, ἀσθενὲς δὲ καὶ ταπεινὸν τὸ ἐπιθυμητικόν, οὕτε ἀκόλαστος ὁ τοιοῦτος βίος οὕτε οἷον οἱ λησταὶ βιοῦσι καὶ τύραννοι, ἀλλὰ σεμνὸς πάντη καὶ δίκαιος. Καὶ τούτου χάριν ἀμφιβάλλειν οὐ χρή. Εἰ μὴ γὰρ τοῦτο ἦν, εἰ μὴ ἐξ αὐτῆς τῆς σώματος κατασκευῆς οὗτος μὲν ὑπὸ παθῶν ἥττητο, ἐκεῖνος δὲ πάλιν ἐγκρατὴς αὐτῶν κατεφαίνετο, οὐκ ἂν ὁ μέγας Βασίλειος τὸν προφήτην Ἡσαΐαν ἐξηγούμενος εἰσῆγέ τινας ἐκ φύσεως ἔχοντάς τινα προτερήματα καὶ κατά γε τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέροντας εἰς ἀνάληψιν ἐπιστήμης ἢ ἄσκησιν ἀρετῆς. Ἐντεῦθεν οὖν καὶ σώφρονα ἴδοι τις ἂν καὶ ἀκόλαστον, θυμώδη καὶ πρᾶον, ἐχέφρονα καὶ μὴ τοιοῦτον, ὥσπερ δὴ καὶ τοῖς ἔμπροσθεν εἴρηται. Ταῦτα μὲν οὖν δύναιτ´ ἄν τις ἐπὶ τὸ κρεῖττον μεταφέρειν ἀπὸ τοῦ χείρονος, καὶ ἐπὶ τὸ χεῖρον αὖ μετατρέπειν ἀπὸ τοῦ κρείττονος. Καὶ δῆλον ἐξ ὧν ὁ θεολόγος Γρηγόριος ἔλεγεν· «Ἀρκετὸν τῷ σώματι ἡ κακία αὐτου. Τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, τῷ θηρίῳ δαψιλεστέρας τροφῆς; ἴνα δυσκάθεκτον γένηται καὶ τοῦ λογισμοῦ βιαιότερον.» Πρόσεχε οὖν ὅσα βιάζουσιν ἑαυτοὺς οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρόν· ἡ μὲν γὰρ φύσις τὰ ἑαυτῆς ἐξ ἀνάγκης ἐπιζητεῖ, ὁ δὲ ἁγνεύειν αἱρούμενος τοῖς θελήμασι τῆς σαρκὸς ἀντιπίπτει καὶ βίον ἀγγελικὸν μιμεῖσθαι φιλονεικεῖ. Ὅσον δὲ βαρὺ τὸ πρὸς φύσιν μάχεσθαι, καὶ οἷον ἐντεῦθεν τὸ ἔπαθλον, ὁ τῆς Κλί. μακος Ἰωάννης ὁ ἁγιώτατος ἐδήλωσεν οὕτως εἰπών· «Ὁ σῶμα νικήσας φύσιν ἐνίκησεν· ὁ δὲ φύσιν οοοοορΘΟΟ