Ancient Greek
146
Michael Glycas, Annales 146
Unproofread scanNot analysed yet
· «Οἴμοι ὅτι ἄνθρωπος ἐν τιμῇ ὤν οὐ συνῆκε Παρασυνεβλήθη τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώθη αὐτοῖς.» Κατὰ γὰρ τοῦτο καὶ ὁ μέγας Μάξιμος ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν ὅτι τὰ πάθη ταῦτα ἤγουν ἡδονὴ λύπη ἐπιθυμία καὶ τὰ λοιπὰ πάντα. τῆ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθησαν, ἀλλὰ διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισῆλθε ταῦτα τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως, δι´ ὧν ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. Ἔδει γὰρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης ὕφ´ ὢν γνωμικῶς ἐπεσπάσατο τῶν ἀλόγων γνωρισμάτων, ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ Θεοῦ τὸν ἄνθρωπον Πλὴν οὐκ ἀναγκαίως τῷ ὄντι κατέδησεν ἡμᾶς ὁ Θεὸς μετὰ τὴν παράβασιν ταῖς ἐπιθυμίαις ταύταις, ὑφ´ ὧν ἐπί τε βρώσεις καὶ πόσεις καὶ ἐπὶ ἀφροδίσια καὶ ταφερόμεθα. Ἐντεῦθεν γὰρ τοῖς γεννητοῖς ἡμῶν σώμασι τὸ γεννᾶσθαί τε καὶ τρέφεσθαι καὶ διαμένειν ἕως πλείστου, καθ´ ἅσον ἂν ἐκάστῳ τοῦ σώματος ἡ σύστασις ἐπιδέχηται. Καὶ γὰρ ἐκ τεσσάρων αὔτὸ στοιχείων συγκείμενον ἐπακολουθοῦσαν ἐξἀνάγκης κέκτηται τὴν διάλυσιν. Σύνθεσις γὰρ ἀρχὴ δια στάσεως, ὡς ὁ θεολόγος φησὶ Γρηγόριος. Λέλυται ῶν ἐπὶ τισὶ μὲν τάχιον, ἐπὶ τισὶ δὲ βράδιον Καὶ πείθου τῷ μεγάλῳ Κυρίλλῳ λέγοντι· «Εἴασε δὲ μετὰ τὴν ἀπόπτωσιν ἕκαστον ὁ Θεὸς τὴν ἐαυτοῦ ζωὴν ἐκπληροῦν ὡς ἂν ἔτυχε κράσεως.» Ἐπὶ γὰρ τούτῳ καὶ τὰ συστατικὰ τῆς ζωῆς ἡμῶν, καρδίαν δηλονότι ἐγκέφαλον ἦπαρ καὶ ὅσα τοιαῦτα, στεῤῥοῖς ἀπανταΟθεν ὀστέοις ἡ φύσις ἐφρούρησεν, ὥστε μὴ καὶ ταῖς τυχούσαις προφάσεσι καταβλαπτομένων αὐτῶν ἐτοίμως οὔτω τὸν θάνατον ἕπεσθαι. Ταύταις μέντοι ταῖς ἐπιθυμίαις καὶ ἡδονὴν ὥσπερ τι δέλεαρ ἐγκατέμιξεν, ὡς ἐντεῦθεν ἡμᾶς ἐτοίμως καθέλκεσθαι. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ βρώσεις καὶ πόσεις ἐτρέχομεν, οὐκ ἂν ἀφροδισίοις ὁλοσχερῶς προσεκείμεθα. Εἰ δὲ μὴ τοῦτο, τάχα ἂν ἐξ ἀνάγκης τὸ γένος ἀπόλωλε τὸ ἀνθρώπινον. Κατὰ τοῦτο μὲν οὖν καὶ ἡ γονὴ, περίττωμα οἷον οὖσα, κατεπείγει καὶ ἀνιᾷ καὶ ἀναγκάζει τὸ ζῶον ὁρμᾷν ἐπὶ τὴν ἀπόκρισιν αὐτῆς, εὐμεθόδως καὶ τοῦτο τοῦ Θεοῦ συγχωρήσαντος ἕνεκα τῆς τοῦ γένους διαμονῆς. Ταῦτα δὲ Μάνης καὶ Οὐαλεντῖνος ἠγνοηκότες, ὡς ἔοικε, κτίσμα τοῦ διαβόλολ· ἔλεγον εἶναι, ὑπ´ αὐτοῦ τε πυροῦσθαι καὶ πρὸς ἀτιμίας ἀποκυλίεσθαι. Πλήν οὐκ ἀφῆκε πρὸς συναφείας ὴμᾶς ὁ Θεὸς εἶναι πάντη κατωφερεῖς, οὐδὲ ζῇν ἀνεπαισθήτως εἴασεν ὡς τὰ ἄλογα. Τῇ γὰρ ἡδονῇ καὶ ἀηδίαν συνέζευξεν καὶ σύμμικτον ταύτην ἐποίησεν, ώς ἐκεῖθεν μὲν ἐπὶ τὴν τοῦ γένους αὔξησιν ἕλκεσθαι, ἐντεῦθεν δὲ ταλανίζειν ἑαυτοὺς, τῶν προτέρων ἐπιμεμνῆσθαι, καὶ τῆς ἁμαρτίας μέγα καταβοᾷν, δν´ ἥν τοῖς ἀνοήτοις παρασυνεβλήθημεν κτήνεσι.