Ancient Greek
150
Michael Glycas, Annales 150
Unproofread scanNot analysed yet
τῆς ζωῆς ἡμῶν περιείληπται, καὶ θριξὶ κατωχύρωσε καὶ ὀστέοις πρὸ τούτων στεῤῥοῖς. Ἁπαλὸν Ἐὲ ἡ φύσις τοῦτον ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσι πάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς. Ἵνα δὲ μὴ τῇ στεῤῥότητι τῶν ὀστῶν συντριβόμενος περὶ τὴν Κοἰκείαν βλάπτηται φύσιν, ἁπαλὸς καὶ γὰρ, δυσὶ Κμήνιγξιν αὐτὸν περιέλαβε, καὶ ταύταις οὐχ ἀπλῶς, ἀλλ´ ἀπαλῇ μὲν οὔσῃ τῇ ἔσωθεν διά γε τὴν τοῦ ἐγκεφάλου ἀνάπαυσιν, στεῤῥοτέρᾳ δὲ πάλιν τῇ ἔξωθεν, ὡς ἐντεῦθεν ἄμφω φυλάττεσθαι· οὔτω μὲν αὖν καὶ ἐπὶ τῆς καρδίας ἐποίησε, καθὰ δὴ καὶ δ ΚΧρυσοῤῥήμων Ἰωάννης φησὶν, ὁστέοις μὲν περικυκλώσας, παραθεὶς δὲ αὐτῇ καθάπερ ἁπαλὸν στρῶμα τὸν πνεύμονα, ἵνα μὴ τῇ ἀεικινησίᾳ καὶ αὐτῇ τοῖς ὀστέοις συντρίβηται. Ἀλλὰ πολλαχόθεν ἔχειν ῥαφὰς πολλῆς ἀσφαλείας ὑπόθεσις· ἐξατμίζεται γὰρ ἐκεῖθεν αὐτὸς, ὥστε μὴ συμπνίγεσθαι ὑπὸ τῶν ἀναφερομένων ἀτμῶν. Πληγή τε εἴ τις ἐπενεχθείη ποτέ, οὐχ ὁλοσχερῶς ἡ βλάβη γίνεται· εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὁστοῦν, καὶ μία κατενεχθεῖσα πληγὴ τὸ πᾶν ἐλυμήνατο, εἰς πολλὰ Ἐὲ νυνὶ διαιρουμένου γενέσθαι τοῦτο πάντως ἀμήχανον. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἓν, ἀνάγκη πᾶσα τὸ κατ´ ἐκεῖνο τὸ μέρος κείμενον ὀστοῦν παραβλάπτεσθαι, ἀσινῆ δὲ τὰ λοιπὰ πάντα διαφυλάττεσθαι, τοῦ συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαιρέσει. Περὶ δὲ τῶν τῆς κεφαλῆς περιττωμάτων τί χρὴ καὶ λέγειν, εἴ γε τὰς ἐκκρίσεις αὐτῶν, ὡς ὁρᾷς, ἡ ὄσφρησις πεπίΚστευται; . Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη αὕτη τοῦ σώματος ποδέχεσθαι εἴωθεν,. ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ ἐγκεφάλῳ τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ἁπάντων ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν τοῖς ὀστέοις ἐργασάμενος τὰ ὑγρὰ καὶ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερώαν καὶ τοὺς μυκτῆρας ὡδήγὴσε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντόμως τὸ βλαβερὸν ἐκφορῆται. Τὸ δέ γε ἀτμῶδες περίττωμα διὰ τῶν τοῦ κρανίου ῥαφῶν ἄνωθεν ἐξωθεῖται. Μὴ θαύμαζε εἴ γε ψυχρός ἐστιν ὁ ἐγκέφαλος φύσει, καὶ ὅτι μείζονα τοῦτον ὁ ἄνθρωπος ἢ τὰ λοιπὰ ζῶα κέκτηται. Τὴν γὰρ ἐν τῇ καρδίᾳ θερμότητά τε καὶ ζέσιν χωρεῖν ἐπὶ τὸ εὔκρατον ἐντεῦθεν ὁ Ἀριστοτέλης φησὶν, αὐτὸν δὲ αὖ τὸν ἐγκέφαλον μὴ ὑπερθερμαίνεσθαι τῇ ἀναφερομένῃ θερμότητι. Ὅρα δὲ νουνεχῶς· ἐπειδὴ γὰρ ἡ ποιαύτη θερμότης, μείζων ἐστί, μείζων ἄρα καὶ ἡ ἐξ ἐγκεφάλου ψυχρότης τε ὁμοῦ καὶ ὑγρότης ἀντίκειται, ἢς ὑγρότητος ἕνεκα καὶ ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀστοῦν, ὃ δὴ καὶ βρέγμα καλοῦσί τινες. Ἀλλὰ καὶ ῥαφὰς πλείους ὁ ἄνθρωπος κέκτηται, καὶ μᾶλλον ὁ ἀνήρ. Τίνος ἕνεκεν; Ὅτι καὶ πλείων ὁ ἐγκέφαλος αὐτῷ πρόσεστιν· ἵνα γοῦν ἔμπνους ὁ τόπος ᾗ, πλειόνων ὁ ἀνὴρ ἐδεήθη ῥαφῶν. Καὶ ξηρὸς μὲν ὁ τοιοῦτος καὶ ἀπέριττος ὥν συνετόν τιὺα ποιεῖ καὶ νηφάλιον, κάθυγρος δὲ ὤῦ τάναντία ποιεῖ, νωθρὸν δηλονότι καὶ ὑπνώδη καὶ ῥᾴθυμον. Καὶ πρόσσχες, εἰ βούλει, τῷ σοφῷ Ἡρακλείτῳ· ξηροτέρη ψυχὴ