Ancient Greek
151
Michael Glycas, Annales 151
Unproofread scanNot analysed yet
σοφωτέρη. Ἐπὶ γὰρ τῶν ὑγρῶν κατακλυζόμενον οἱονεὶ τὸ ψυχικὸν πνεῦμα, καθάπερ καὶ ἐπὶ τῶν γυναικῶν ἔστιν ἰδεῖν, ἐνοργεῖν ἀρίστως οὐ δύναται. Κατὰ γὰρ τοῦτο καὶ τῆς τῶν ἀνδρῶν εὐφυΐας καὶ ἐξ ἡμισείας ἀπολείπεσθαι τὸ θῆλύ φησιν ὁ θειότατος Κύριλλος. Καὶ οὕτω μὲν ὁ λόγος περὶ τῶν κατὰ φύσιν ἐχόντων διέξεισιν. Ἡνίκα δὲ ξηρότερος ἑαυτοῦ καὶ πλέον τοῦ δέοντος ὁ ἐγκέφαλος γένηται, παραπαίειν ἐξ ἀνάγκης ποιεῖ τὸν ἄνθρωπον. Αἱ μεγάλαι γὰρ δυσκρασίαι τὰς ἐνεργείας τῶν μορίων ἀμβλύνειν εἰώθασιν. Ὅθεν ἡ ἀσιτία πολλάκις, ναὶ μὴν καὶ ἠ ἀγρυπνία, τὴν κατὰ φύσιν ἐπεκτείνουσα τοῦ ἐγκεφάλου ξηρότητα, ποιεῖν εἴωθε τοιαῦτα συμπτώ Κματα. Κατὰ γὰρ τοῦτο καὶ ὑγροτέρᾳ διαίτῃ κεχρῆσθαι τοὺς οὕτω διατεθέντας ἐπάναγκες· τὰ γὰρ διὰ ξηρότητα πάθη τῇ ὑγρότητι θεραπεύονται. Ἰυχρότερος δὲ πάλιν ἑαυτοῦ διά τινα νόσον γεγονὼς ὁ ἐγκέφαλος καὶ λήθην ἐπάγει καὶ μώρωσιν, κατὰ τοσοῦτον δὲ ὥστε καὶ τεχνῶν καὶ γραμμάτων καὶ τοῦ ὀνόματος πολλάκις αὐτοῦ μετὰ τὴν ὑγείαν ἐπιλελῆσθαι τὸν ἄνθρωπον. Τρισὶ καὶ γὰρ ὑμέσι διήρηται ὁ ἐγκέφαλος. Καὶ ἡ μὲν ἡ ἐμπρόσθιος αὐτοῦ κοιλία ὄργανόν ἐστι τοῦ φανταστικοῦ, ἡ δὲ μέση κοιλία ὄργανόν ἐστιτοῦ διανοητικοῦ, καὶ ἡ ἑτέρα πάλιν τοῦ μνημονευτικοῦ. Πρότερον μὲν γὰρ φανταζόμεθα τόδε τὸ πρᾶγμα· μετὰ ταῦτα διαλογιζόμεθα τὸ φαντασθὲν, τί τε καὶ ποταπὸν αὐτὸ τὴν φύσιν ἐστίν· εἶθ’´ οὕτως τῇ μνήμῃ τὸ τοιοῦτον ἐναποτίθεμεν. Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων καλῶς τε καὶ ὑγιῶς· ἀλλ´ ἐπειδὰν ἓν ἐξ αὐτῶν πάθει τινὶ ὁπωσδή ποτε περιπέσῃ, τότε κατ´ ἐκεῖνο τὸ μέρος ἡ ψυχὴ καθαρῶς ἐνεργεῖν οὐ δύναται. Ταῦτα δὲ, τέκνον, ὧποτίθημί σοι, ὅπως μὴ τοὺς τῶν ἀστέρων σχηματισμοὺς αἰτιάσει καθυποβάλλῃς, εἴ γε φυσικοῖς τισε λόγοις τὰ τοιαῦτα γίνεσθαι εἴωθε. Καὶ οὑτω μεν. . . θεραπεύονται. Εαv ει Γ ΡΑΚΘ ΙΙ. ΑΒ ΑΡΑΜΟ ΟβΟΟΕ ΑΩ ΟΧβΑΑΙΩ ΙΜΡΕΛΙΟΜ. Ταῦτα μὲν οὖν εἰ καὶ παρεκβατικώτερον εἴρηται,, αλλὰ φιλομαθείας ἔνεκα πάντως τῆς σῆς. Ἐφέσει καὶ γὰρ, ὡς ὁρᾷς, τῇ σῇ χαριζόμενος, καὶ φιλοπόνως ταῦτα συνέλεξα καὶ φιλοτίμως τῷδε διείληφα τῷ συντάγματι. Αὲ εηιλε αἱο αοιουωε ἰομίοιῖωε ἰ ροεἰίλοηε Μαο ἄριοεοίομῖὺηε μεῖ, νοιπ ἰύ οε εἰᾶῖω ἀἱσορρδί ἰο. αρ εἰρίαεῖ Παριάα ιεῖὺκιυιλ ερει. ΟυίγΡο ἀωη ρίαιί, ο νῖὰεε, μσὸ ταιΝοαητ, πιπφηο Λπ ἰὺοτο ἰ ἰλωΤεννᾷ