Ancient Greek
160
Michael Glycas, Annales 160
Unproofread scanNot analysed yet
Κύριλλος, ἵνα μὴ πάλιν μία κατὰ πάντων ἐλεύσεται ψῆφος, δευτέρῳ κατακλυσμῷ τὸ ἀνθρώπινον ὑποτιθεῖσα γένος. Ἐφ´ ᾠ καὶ εἰπε πρὸς αὐτὸν ὁ Θεός· «Διανοηθείς οὐκέτι προσθήσω τοῦ καταράσασθαι. τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ Ἐ. σναιὰ τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.» Τούτου χάριν, ὡς εἴρηται, θυσίαν ἀνήνεγκε τῷ Θεῷ. Κατὰ γὰρ τοῦτο καὶ ἑπτὰ ἑπτὰ ἐκέλεσεν ἐ Θελ- ἀπὸ´ τῶν καθαρῶν εἰσαχθῆναι ἐν τῇ κιβωτῷ, δύο δύο δὲ ὰπὸ τῶν ἀκαθάρτων. Ἐπειδὴ γὰρ ἔμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαβεῖν κρεῶν, ἔμελλον δὲ καὶ Πυσίας προσφέρειν αὐτῷ τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε, τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ περιττὸν ἓν εἰς θυσίαν. Ὃ δὴ καὶ πεποίηκε μετὰ τὸν κατακλυσμὸν, ἀπὸ πάντων τῶν καθαρῶν προσαγαγὼν τῷ Θεῷ, ὡς εἶναι δῆλον ὅτι γε τούτου χάριν ἀνὰ ἐπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν ἐν τῆ κιβωτῷ εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρη τὰς συζυγίας. Τοσοῦτον δὲ τὴν τοῦ Νῶε προαίρεσιν ἐπὶ τῇ προσαγωγῇ τῆς θυσίας ἀπεδέξατο ὁ Θεὸς, ὡς καὶ τὴν Γραφὴν οὕτως εἰπεῖν· «Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας.» Μετὰ χνώμης λοιπὸν ὑγιοῦς καὶ ἡμᾶς τὸ πᾶν ἐργάζεσθαι χρή. Εἰ δὲ μὴ, κἂν ὁτιοῦν προσάξωμεν, ἀποστραφήσεται αὐτὸ ὁ Θεός. Ὅρα γὰρ ὅτι καὶ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο. Ἀλλ´ ἐπὶ τῶν Ἱουδαίων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες βδέλυγμα ὀφθῆναι παρεσκεύασεν. Ὁ μὲν οὖν Ἰώσηπος καὶ κατ´ αὐτὸν τὸν κόρακα τὸν ἀπολυθέντα παρὰ τοῦ Νῶε τοῦ ἰδεῖν εἰ τὸ ὕδωρ ἐκόπασεν. ἐναντιούμενος φαίνεται τῇ τοῦ Μωσέως ἰστορίᾳ. Ὑποστρέψαι καὶ γὰρ πρὸς τὴν κιβωτὸν λέγει τὸν κόρακα, ὡς ἐπὶ πάσῃ τῇ γῇ τοῦ ὕδατος ἑτι λιμνάζοντος. Ὁ δὲ Μωσῆς περὶ τούτων οὕτω φησίν· «Καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ.» Κατὰ γὰρ τοῦτο καὶ περιστεράν ἀπέστειλεν ὧστερον, ἅτε δὴ παλινοστῆσαι τοῦ κόρακος πρὸς αὐτὸν μὴ θελήσαντος. Ἀλλὰ καὶ ἱστορικοῖς εἰσάγει τινὰς ὁ Ἰώσηπος, περί τι λέγοντας ὄρος τῆς Ἀρρενίας ὑψηλότατον ἐν τῷ τοῦ κατακλυσμοῦ πεφευγέναι καιρῷ τῶν ἀνθρώπων τινὰς, κἀκεῖσε σωτηρίας διὰ τὸ ὕψος τυχεῖν. Ἀλλ´ ἔξω βάλλουσιν ἐκεῖνοι τοῦ σκοποῦ, καὶ τῆς εὐθείας πόῤῥω που φέρονται. Εἰ γὰρ ὑψώθη τότε τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλοτάτων ὁρέων ἐπὶ πήχεσι πεντεκαίδεκα, καθὰ Μωσῆς ἱστορεῖ, οὐκ ἂν ὁτιοῦν ὑπελείφθη τηνικαῦτα ὄρος, ὡς οἶμαι, τοῦς ἐν αὐτῷ πεφευγότας ἰσχύον ἀβλαβεῖς διασώσασθαι. Ἡ μέντοι κιβωτὸς τριακοσίων μὲν πηχέων τὸ μῆκος ἦν, πεντήκοντα δε τὸ πλάτος, τὸ ὕψος τριάκοντα Πῆνυν δὲ ἀκούων μὴ τοιαύτην εἰναι νόμιζε ὀποία τίς ἐστι παρ´ ἡμᾶς. ἀλλὰ γεωμετρικήν. Ὁ