Ancient Greek
161
Michael Glycas, Annales 161
Unproofread scanNot analysed yet
ἔση πῆχυν ἐπὶ τῆς κιβωτοῦ, ἥτις ὀργυιὰν μεγίστην ποιεῖ. Πρῶτοι γὰρ Αἰγύπτιοι, καθά φησι Κύριλλος, τὴν γεωμετρίαν εὖρον ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως. Ἡ δὲ τῶν φαινομένων θεωρία παρὰ´ Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων ἐν Βαβυλῶνι γενομένων. Τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν ἐμπόρων Φοινίκων ἤρξατο. Καὶ περὶ μὲν τούτων οὔτως. Μετὰ δὲ πεντακόσια τριάκοντα καὶ ἓξ ἔτη τοῦ κατακλυσμοῦ ἡ τοῦ πύργου γέγονεν οἰκοδόμησις, ματαιοπονησάντων ἐπὶ ταύτῃ τῶν ἀνθρώπων ἐκείνων ἐν ἔτεσι τεσσαράκοντα. «Καὶ εἶπε πε, γάρ φησιν, ἄνθρωπος τῷ πλησίον αὐτοῦ, Δεῦτε καὶ πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ.» Διὰ τί δὲ καὶ τίνος ἕνεκεν τοῦτος Ἵνα κατακλυσμὸς εἰ γένηται δεύτερος, ἐπὶ τὴν αὐτοῦ κορυφὴν ἀναδράμωσι, κἀντεῦθεν τὸν ἐξ ὕδατος Ἐλεθοον φεύξονται. Ταύτῃ τοι καὶ τὴν ματαιοπονίαν αὐτῶν ἐκώλυσεν ὁ Θεὸς διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. Καὶ ἄκουε τῆς Γραφῆς οὔτω λεγούσης· «Καὶ εἶπε Κύριος, «Ἰδοὺ γένος ἐν καὶ χεῖλος ἓν πάντων. Δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν, ἴνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καὶ διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» Τηνικαῦτα καὶ Μέροπες καλοῦνται ἀπὸ τοῦ μερισμοῦ τῆς φωνῆς καὶ τῆς γῆς. Ὁ δὲ παράφρων Ἰουλιανὸς καὶ οῆτο πρὸς τοῖς ἄλλοις ἔλεγεν, ὅτι θεωρῶν αὐτοὺς Κὑψουμένους διὰ τοῦ πύργου, καὶ οὐ μικρῶς ἐπὶ τούτω πτοηθεὶς. εὐμεθόδως αὐτοῖς κωλύει τὴν ἄνοδον διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. Ὁ μέντοι πύργος ἐκτίζετο οʹ καὶ βʹ τοῦ κτίσματος ἀρχηγῶν ὄντων. Κατὰ τούτους λοιπὸν καὶ ἡ διαίρεσις τῶν γλωσσῶν γέγονε, χείλους ὄντος ἐνὸς καὶ φωνῆς ἐπὶ πᾶσι μιᾶς, ὡς ἄνωθεν εἴρηται. Μόνος δὲ ὁ Ἔβερ μὴ συγκατατεθεὶς τῇ ματαιοπονίᾳ τῶν λοιπῶν ἐν τῇ ἰδίᾳ γλώσσῃ ἔμεινεν. Ἀρχῆθεν λοιπὸν ἡ Ἑβραΐς φωνή. Ὅτι δὲ τῇ Ἔβραίων γλώσσῃ ἐχρῶντο οὶ ἀπὸ τοῦ Ἀδὰμ, δῆλον μὲν καὶ ἀπὸ τοῦ καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ τῇ τοιαύτῃ χρᾶσθαι διαλέκτῳ, δῆλον δὲ καὶ ἀπὸ τοῦ τὸν δεύτερον Ἀδὰμ Χριστὸν τὸν Θεὸν ἡμῶν τῇ Ἐβραίων χρᾶσθαι φωνῇ. Καὶ δηλοῦσι μὲν τοῦτο καὶ τὰ ἐν τῷ σταυρῷ, οὐχ ἵττον δὲ κὰκεῖνα ἐν οἷς ἔλεγεν Ἐφαθὰ,» τουτέστι Διανοίχθητι, καὶ πάλιν ἀλλαχοῦ· «Ταλιθὰ κοῦμι,» τουτέστι, «Σοὶ λέγω τῷ κορασίῳ.» Πρὸς τούτοις δὲ καὶ ὁ μέγας Ἐπιφάνιος περὶ τούτων οὔτω φησί· «Μετὰ τὸν κατακλυσμὸν ὁ πύργος, εἶτα ὁ Ἕβερ ὁ τῶν Ἐβραίων πρόγονος, ὃν λέγουσι μὴ βουληθέντα κοινωνῆσαι τοῖς τὸν πύργον οἰκοδομοῦσι, μεῖναι ἐν τῇ ἰδίᾳ γλώττῃ. Τούτου ἔκγονος ὁ Ἀβραὰμ, ὅθεν καὶ ἡ Ἑβραία γλῶττα.» Τὰ αὐτὰ δὲ τούτοις καὶ Ἰώσηπός φησι. Καὶ οὗτοι μὲν οὕτως· ὁ δὲ Θεοδώρητος τῇ Εύρᾳ γλώττῃ τοὺς ἐξ Ἀδὰμ χρᾶσθαί φησιν. Ιστέον δὲ ὅτι ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν