Ancient Greek
165
Michael Glycas, Annales 165
Unproofread scanNot analysed yet
οὔτε ἔφαγον ὡς ἄνθρωποι, ἀλλ´ ἐδόκουν ἐσθίειν τῇ ὄψει τῶν ὁρώντων, ἀναλισκομένων τῶν προτιθεμένων κατὰ θείαν ἐνέργειαν.» Εἰ δὲ καὶ λέγει ἡ Γραφὴ ὅτι παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον, καινὸν οὐδέν· τέως γὰρ τὸ ἀνηλῶσθαι αὐτοὺς φαγεῖν εἶπεν ἡ Γραφὴ Κφή- Καὶ τρεῖς μὲν ἐν τῇ σκηνῇ φαίνονται ἄνδρες, καθάπερ ὁ Χρυσοῦς τὴν γλῶτταν φησί, δύο δὲ ἐπὶ Σόδομα παραγίνονται. Ἐκεῖ μὲν γὰρ καὶ οἱ ἄγγελοι καὶ ὁ τούτων δεσπότης κατὰ ταυτὸν ὥφθησαν. Ἀλλ´ οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλλοντο, ὁ δὲ ἔμεινε καθάπερ φίλος φίλῳ μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ ἅπερ ἔμελλε ποιεῖν· «Οὐ μὴ» γάρ φησι «κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ μέλλω ποιῆσαι.» Κύριλλος δὲ ὁ μέγας περὶ τούτων οὕτω· «Καὶ τρεῖς μὲν ἐν ἁρχῇ τῷ Ἀβραὰμ προσέβαλον ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, δύο δὲ τοῖς Σοδόμοις ἐπεφοίτησαν. Οὐδὲ γὰρ ὁ Πατὴρ κρινεῖ οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, κατὰ τὴν φωνὴν αὐτοῦ σοῦ Κυρίου, συνόντος φυσικῶς καὶ τοῦ ἁγίου Πνεύματος. Ὅτι δὲ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐπὶ Σόδομα ἐπορεύοντο, καὶ ἡ τοῦ Ἀβραὰμ ξενία σαφῶς παριστᾷ, καθάπερ ὁ μέγας φησὶν Ἀθανάσιος. Εἰ μὴ γὰρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἦσαν, οὐκ ἂν τῷ Θεῷ καὶ Πατρὶ συνεκάθηντο. Ὅτι δὲ συνεκάθηντο, δῆλον ἐκ τοῦ περὶ τούτων οὕτω λέγειν· «Οἶ ἐξανέστησαν ἐπιβλέψαντες ἐπὶ πρόσωπον Σοδόμων.» Εἰ οὖν ἐξανέστησαν, πάντως καὶ συνεκάθηντο. Εἰ δὲ ὁ Υἱὸς ἐκ δεξιῶν κάθηται, λείπεται πάντως ἐξ εὐωνύμων τὴ Πνεῦμα καθῆσθαι. Ναὶ, εἴγε περιγραπτὸς ἦν ὁ Πατήρ · ἄλλως γὰρ παρ´ αὐτοῦ οὐκ ἔστιν ἀριστερὰ καὶ δεξιά. Τοῦ Υἱοῦ τοίνυν συγκαθημένου αυγκάθηται καὶ τὸ Πνεῦμα, ἐπεὶ ἐν αὐτῷ μένει, τῷ Υἱῷ δηλαδή. Τοιούτου δὲ κατηξίωσεν ἀγαθοῦ τῷ Ἀβραὰμ ἡ φιλοξενία, ὡς καὶ τὴν ἀγίαν Τριάδα κατελθεῖν ἐπ´ αὐτὸν καὶ καρπὸν αὐτῷ κοιλίας χαρίαασθαι κατά γε τὸν τοῦ γήρους καιρόν· τοσοῦτον γὰρ ἦν ἡ Σάῤῥα προβεβηκυῖα ὥστε καὶ γελάσαι αὐτὴν περὶ τούτου ἀκούσασαν. Μετὰ δὲ ταῦτα προφάσει τῇ τοῦ λιμοῦ μετανάστης ὁ Ἀβραὰμ γίνεται, κἀκεῖθεν ἐν Γεράροις ἔρχεται, πρὸς Αἴγυπτον ἀφικνεῖται, καὶ αὖθις ἀφαιρεῖται τὴν Σάῤῥαν καὶ παρὰ τοῦ Ἀβιμέλεχ· ἤθελε γὰρ αὐτὴν εὐπρεπεστάτην οὖσαν πρὸς γόμου κοινωνίαν λαβεῖν, εἴγε καὶ μᾶλλον ἀδελφὴ τοῦ Ἀβραὰμ ἐλέγετο εἶναι. Εἰ γὰρ ἀνεψιάν φησι τὴν Σάῤῥαν ὁ Ἰάσηπος τοῦ Ἀβραὰμ, ἀλλὰ κατὰ τὴν Μωσαϊκὴν ἱστορίαν ἐκ μητρός μὲν τῆς αὐτῆς, ἐξ ἄλλου δὲ καὶ ἄλλου πατρὸς. Κρύπτων οὕν τὸ ἓν, ἵνα μὴ φονευθῇ δῆθεν ὡς ἀνὴρ αὐτῆς, τὸ ἕτερον ἔλεγεν, ὅτι Ἀδελφή μού ἐστιν. Μεγαλόψυχος ὄντως ὁ Ἀβραάμ. Δἰς γὰρ εἰς Αἴγυπτον προφάσει τοῦ λιμοῦ κατελθὼν καὶ δίς τὴν Σάῤῥαν ἀφαιρεθείς, παρά τε τοῦ Φαραὼ καὶ παρ´ αὐτοῦ ὕστερον τοῦ Ἀβιμέλεχ, γενναίως ἔφερε τὴν ἀφαίρεσιν· ἀκολουθεῖν γὰρ καθάπαξ κρίνας Θεῷ, πολυπραγμονεῖν οὐκ ἤθελε τὰς ἀῤῥήτους οἰκονομίας αὐτοῦ. Ἑφ´ ᾧ καὶ κατόπιν αἱ θεῖαι ἠκολούθησαν