Ancient Greek
166
Michael Glycas, Annales 166
Unproofread scanNot analysed yet
Τοὺς μέντοι Σοδομίτας ἡ κακίστη ἐκείνη συνήθεια ἐν ἀγγέλοις αὐτοῖς ἔπεισε τὴν ἀσέλγειαν ἐπιδείξασθαι, ὅθεν καὶ ἀσβέστου πυρὸς ἔργον γεγόνασι. Τὰ γὰρ Σόδομα ἐκεῖνα περικαλλῆ μὲν ἐστῶτα, τέφρα Δὲ τῇ ἀληθείᾳ ὄντα καὶ αὐτὸς γὰρ ὁ ἀὴρ σὺν τοῖς ἄδὰ σιν ἐκπυροῦται τεκμήριον ὅτι σαφὲς τοῦ διαιωνίζειν ἐκεῖσε τὴν κόλασιν. Ταῦτα δὲ περὶ Παλαιστίνης, Ἀσκάλωνος καὶ Γάζης ἄνωθεν, περὶ τὸ τοῦ Ἱορδάνου τέλος, οὐδὲν ἀπεοικότα τότε ταῦ παδεδείσου. Ὁ γοῦν ἀπιστῶν τῇ γεέννῃ ἀναλογιζέσθω τὰ Σόδομα, καὶ οὕτω τὴν ἀδηφαγίαν φευγέτω· τοιαῦτα γὰρ εἴωθεν αὕτη πάθη γεννᾷν. Κατὰ τοῦτο καὶ ὁ Μωσῆς ἔλεγεν τῷ Ἰσραήλ· «Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλήσῃ Κυρίου τοῦ Θεοῦ Κσου. ν Ἀλλὰ καὶ ὁ τὴν ἰατρικὴν τέχνην ἄριστος Γαληνὸς τῶν τοιούτων παθῶν αἰτίαν αὐτὴν δείκνωσι τὴν τρυφὴν, Κατὰ τὴν ἡμετέραν, λέγων, Μυσίαν τὴν ὅμορον Περγὰμου σπανίως ἄν τις εὕρῃ γυναῖκα μοιχευομένην, ἔτι δὲ ἄνδρας ἀσελγεῖς ἀποῤῥήκοις ἀφροδισίοις ᾠκειωμένους, ἀλλ´ ἐν Ῥώμη διὰ τὴν ἐπιπολάζουσάν τε καὶ συνήθη τρυφὴν καὶ ῥάδια φαῦτα. Εἰ δὲ. καθά φῃαι Πτολειμαῖος ὅτι Σιὰ τὰ οἱ κειοῦσθαί τινας πρὸς τὸ τοῦ ζωδιακοῦ πρῶτον τρί. γωνον, τὸν κριὸν δηλαδὴ, τὸν λέοντα καὶ τὸν τοξότην, διὰ τοῦτο ἄθεσμά τινα πράττουσι, καὶ νομίζουσι μηδέν τι ποιεῖν ἀποτρόπαιον ἅτε ὑπὸ ζώδια ὄντες τὰ μὲν ἔμπροσθεν ἀῤῥενούμενα, τὰ δὲ ὄπισθεν θηλυνόμενα, ἄρα μὴ ἄδικος ὁ Θεὸς ὁ διὰ πυρὸς ἐκτεφρώας τὰ Σόδομα; Ἀλλ´ οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος· . Ἐν πλησμονῇ γὰρ ἄρτων οἱ τοιοῦτοι κατὰ τὴν Γραφὴν σπαταλῶντες, οὐ μὴν ὑπὸ τρίγωνον τοιοῦτον Κπες κἀντεῦθεν εἰς ἀθέσμους κοίτας ἐγκυλισθέντες πυρὸς εἰκότως γεγόνασι παρανάλωμα. Οὐκοῦν ἀντεῦθεν μανθάνομεν ὅτι κατ´ ἐκείνην τὴν ἡμέραν οἱ δίκαιοι, καθάπερ ἐνταῦθα Νῶέ τε καὶ Λὼτ, τῷν βασάνων ἀνώτεροι εὑρεθήσονται, οἱ δὲ ἁμαρτωλοί, κἂν ἅπας εἶεν ὁ κόσμος, σχεδὸν αἰωνίοις ὑποπεσοῦνται κολάσεσι, καθάπερ ἐνταῦθα κατακλυσμῷ καὶ πυρὶ παρεδόθησαν ἅπαντες οἱ τὰ χείριστα πράτΟ μέντοι Ἀβραὰμ Ἀβρὰμ ἐκαλεῖτο τὸ πρότερον, ἂ λέγεται περάτης· θείᾳ γὰρ, ὡς ἔοικεν, ἡ μήτηρ αὐτοῦ προμηθείᾳ οὕτως αὐτὸν ἐπωνόμασεν, ἐπεὶ περᾶσαι τὸν Εὐφράτην ἔμελλε καὶ εἰς Παλαιστίνην Ρῖκῆσαι. Ἐτῶν δὲ ἦν ἐβδομήκοντα πέντε ὁ Ἀβραὰμ, ὅτε τὰς ἐπαγγελίας ἐδέχετο. Γεννᾷ δὲ τὸν Ἰσμαὴλ ἐτῶν ὥν πϛʹ. Ἡνίκα δὲ γέγονεν ἐτῶν ϛθʹ, ὥφθη αἀπῶ ὁ Θεὸς λέγων· «Ἐγώ εἰμι ὁ Θεός.» Τότε λοιπὸν περιτέμνεται καὶ ὁ δίκαιος, κανὼν ὡσπερ τοῖς πᾶσι προκείμενος. Ὅτι δὲ ἡ τῷν κατὰ πάλιν Αικαίο παῤῥησία τῆς τοῦ Θεοῦ μακροθυμίας πρόξενος ἡμῖν ὲστιν, ἐξ αὐτῆς μάνθανε τῆς περὶ τὰ Σόδομα ἱστο ρίας· «Ἐὰν δέκα», γάρ φησι, «δικαίους εὕρω. οὐ μὴ ἀπολέσω τὰς πόλεις.» Πολλάκις δὲ καὶ διὰ τὴν τῶν τετελευτηκότων ἀρετὴν ἢ καὶ αὐτὴν τὴν οἰκείαν