Ancient Greek
168
Michael Glycas, Annales 168
Unproofread scanNot analysed yet
ὴ περίφημος Ἱερουσαλήμ. Ἐκ γένους δὲ τοιούτου Ῥιαροῦ καταγόμενον ἀφῆκεν ἡ Γραφὴ ἀγενεαλόγητον, εἰ καί τινες Θεὸν αὐτὸν ἐνόμισαν ὡς ἄναρχον τάχα καὶ ἀτελεύτητον, τοῦ ῥητοῦ καὶ μᾶλλον τοῦ ἀποστολικοῦ δραξάμενοι τοῦ λέγοντος· «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτε τέλος ζωῇς.» Κατὰ τοῦτο καὶ ἀφομοίωμα λέγεται τοῦ Χριστοῦ τοῦ ἀμήτορος μὲν τὸ πρότερον ἀπάτορος δὲ τὸ δεύτερον, καὶ ὅτι τὴν ἀναίμακτον θυσίαν ἡν αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς παραδέδωκεν, αὐτὸς ἀνέκαθεν προεικόνιζε. Καὶ ἄκουσον τί περὶ τούτου φησὶν ὁ τὴν γλῶτταν Χρυσοῦς. «Προμηνύων ὁ Θεὸς τὴν κατάλυσιν τῆς νομικῆς ἱερωσύνης εἴρηκε διὰ τοῦ Δαβίδ· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν «Μελχισεδὲκ,» ὃς οὐ θυσίας νομικὰς ἱέρευεν ἀλλ´ εὐχὰς καὶ ἄρτους καὶ οἶνον, ὡς ἱστορία διδάσκει.» Κατὰ τοῦτο καὶ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου παρὰ τῇ Γραφῇ λέγεται, ἱερεὺς αὐτοχειροτόνητος, ὡς ὁ Χρυσοῤῥήμων φησί· τοιοῦτοι καὶ γὰρ τῷ τότε οἱ ερεῖς. ἪἩ καθὸ θύων ἦν ὡς Ἄβελ, ὡς Νῶε καὶ οἱ λοιποίἐορΙΟΠΙεΙΟηΙΙΟΓ; ειῃ ί αΓᾶοίοε ἦν ρροιλε ἵαῖεε. vοὶ ἦαίρπε ωοτλποῖυΠ οΠωεὺαί, τῷ ΑΙΡΙε, Νοε. ΡπΙοτὶ· Εἰ δὲ καὶ ἄνθρωπος ἦν ὁελχισεδὲκ, πῶς λέγεται μήτε ἀρχὴν μήτε τέλος ἔχειν; Καὶ ἔστιν εἰπεῖν ὅτι τοὺς ἀπὸ Σὴθ καταγομένους γενεαλογοῦσα ἡ Γραφὴ οὕτως ποιεῖ. Ὁ Ἀδὰμ τόσων γενόμενος ἐνιαυτῶν γεννᾷ τὸν Σὴθ, ὁ δὲ Σὴθ πάλιν τόσων χρόνων γενόμενος τῶν ὧδε ἀφίσταται. Δήλη οὖν ἐντεῦθεν καὶ ἡ ἀρχὴ τῶν ἡμερῶν τοῦ Σὴθ καὶ τὸ τέλος τῆς ζωῆς αὐτοῦ. Ἐπὶ δὲ τοῦ Μελχισεδὲκ μηδὲν τοιοῦτον ποιήσασα παρέπεισέ τινας ἄναρχον αὐτὸν λέγειν καὶ ἀτελούτητον, κἀντεῦθεν δύναμιν μεγάλην αὐτὸν οἴεσθαι τοῦ Θεοῦ Βασιλεὺς μὲν οὖν καὶ ἱερεὺς ὁ Μελχισεδὲκ, ὡς Ἕνωθεν εἴρηται, ὅτι καὶ τύπος ἦν καὶ ἀφομοίωμα τοῦ Χριστοῦ. Ὅθεν εἰ θέλεις, ἀγαπητέ, μαθεῖν ὅση τῆς καθ´ ἡμᾶς ἱερωσύνης ἡ ὑπεροχὴ, τῷ ΧρυσοῤΚῥήμονι πρόσσχες Ἰωάννη. Ἐν γὰρ τῷ κατὰ Ἰουδαίων πέμπτῳ λόγῳ φησὶν ὅτι καὶ ἐν τοῖς τύποις ἡ καθ´ ἡμᾶς ὑπεροχὴ τῆς ἱερωσύνης δείκνυται. Ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν καὶ τοῦ Ἰακὼβ πάππος καὶ τοῦ Λευὶ πρόγονος· τοῦ γὰρ Ἰακὼβ υἱὸς ὁ Λευΐ, ἀπὸ δὲ τοῦ Λευὶ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. Ἀλλ´ οὗτος ὁ Ἀβραὸμ ῥ πρόγονος τῶν Λευιτῶν, τῶν Ἰουδαϊκῶν δηλαδὴ ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ´ Κἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε. Καὶ τοῦτο δι´ ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτας, καὶ ὅτι ηὐλογήθη παρ´ αὐτοῦ· οἱ γὰρ λαϊκοὶ καὶ δεκάτας διδόασι τοῖς ἱερεῦσι καὶ παρ´ αὐτῶν εὐλογοῦνται. Ἀλλὰ καὶ τοῦ Μελχισεδὲκ ἐλάσσων ὁ Ἀβραὰμ ὁ τὰς ἐπαγγελίας δεξάμενος. Καὶ πῶς· Ἐ-ι τὸ ἔλασσον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ἀλλὰ καὶ ὁ δοκάτα; λαμβάνων Λευὶ δεὸεκάτωται, ὡς ὁ