Ancient Greek
167
Michael Glycas, Annales 167
Unproofread scanNot analysed yet
μακροθυμίαν κήδεται τῶν ζώντων, καὶ μοᾷ λέγων· «Υπερασπιῶ τῆς πόλεως ταύτης δι´ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» Πῶς δὲ πιστὸς ὀνομάζεται ὁ Ἀβραὰμ εἰρηκὼς τῆς Θεῷ· «Κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονο μήσω αὐτήν;» τὴν Παλαιστίνην δηλαδή. Τὸ κατὰ τί οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντοτῆς κληρονομίας τὸν τρόπον. Ἔθνη καὶ γὰρ μυρία τῆς τότε τὴν Παλαιστίνην κατῴκουν. Καὶ τούτου χάριν ἔφη ὁ Θεὸς μετὰ τὴν θυσίαν· «Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ λδίᾳ, καὶ κακώσουσιν αὐτοὺς ἔτη υʹ, τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως ποὺ νῦν.» Οὐδέπω, φησὶν, ἄξια πανωλεθρίας δεβράκασιν. Ἄλλως τε καί τινες ἦσαν ἐκεῖσε εὐσεβεῖς · καὶ δῆλον ἔκ τε τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ. Καὶ περὶ μὲν τούτων οὕτως. Ὡ δὲ Μελχισεδὲκ εἰ καὶ ἀπάτωρ παρὰ τῇ Γραφῇ καὶ ἀμήτωρ λέγεται, ἀλλὰ κατάγει τὸ γένος ἀπὸ Σίδου υἱοῦ Αἰγύπτου τοῦ καὶ τὴν Σιδῶνα κτίσαντος. Ἐν τῆς ὄρει δὲ Σιὼν πόλιν ἐκεῖνος κτίσας Σαλήμ, καὶ βασιλεύσας ἐν αὐτῇ ἔτη ιγʹ, τελευτᾶ δίκαιος καὶ παρθένος. Αὔτη δέ ἐστι μετὰ τῆς ἱεροῦ προσθήκης