Ancient Greek
170
Michael Glycas, Annales 170
Unproofread scanNot analysed yet
θαίαν ἐδήλουν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ Παῦλος ἔφη· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Ἔδειξεν οὗν διὰ τούτων σαφῶς ὅτι δυνάμεσιν ἀγγελικαῖς τὰ πάντα οἰκονομεῖ καὶ ὡς οὐδὲν ἀπρονόητον τῶν τῇδε καὶ ὡς ἔτυχε φέρεται. Καὶ μή μοι λέγε, τίνος ἕνεκεν ἡ ἀγία Γραφὴ πρῶτον ἀνέρχεσθαι τοὺς ἀγγέλους εἶπεν, εἶθ´ οὔτως κατέρχεσθαι; ἔχεις γὰρ αὐτὴν τὴν ἀγίαν Γραφὴν καὶ τὸν περὶ τούτου λόγον διευκρινοῦσάν σοι. Τῶν ἀνθρώπων ἕκαστος φύλακα τῆς ἐαι. τοῦ ἵωῆς θεῖον ἄγγελον κέκτηται, ὡς ἐντεῦθεν καὶ τὴν καθ´ ἡμῶν ὁρμὴν τῶν δαιμόνων ἀναχαιτίζεσθαι Παρεμβαλεῖ», γάρ φησιν, «ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν») καὶ τὰς αἰτήσεις ἡμῶν ἀνάγεσθαι πρὸς τὸν Θεὸν δι´ αὐτῶν. Καὶ πειθέτω ἡμᾶς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις λέγων· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῷν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς,» οὐδὲν ἄλλο ποιοῦνκες, ὡς ὁ ἐν πατριάρχαις ἀοίδιμός φησι Νικηφόρος, ἂ τὰς αἰτήσεις ἡμῶν εἰσάγοντες εἰς τὰ ὧτα τοῦ Κυρίου Σαβαώθ. Ἐπιβεβαιοῖ ταῦτα καὶ ὁ θειότατος Ῥαφαὴλ πρὸς τὸν Τωβὴτ οὕτως εἰπών· «Ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς σου ἐνώπιον τοῦ ἁγίου Θεοῦ, καὶ νῦν ἀπέστειλέ με ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάῤῥαν.» Ἀλλὰ καὶ ὁ καταπεμφθεὶς ἐπὶ Κορνήλιον τὸν ἑκατοντάρχην θεῖος ἄγγελος οὕτως πρὸς αὐτὸν ἔλεγε· «Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Κάλεσαι ἐξ Ἰόππης τὸν Πέτρον.» Ἐ δὲ ταῦτα οὖτως ἔγει, εἰ, καθὼς ἀποδέδεικται, τῶν ἀνθρώπων ἕκαστος ἄγγελον κέκτηται τὰς αἰτήσεις ἡμῶν εἰσάγοντα εἰς τὰ ὧτα Κυρίου Σαβαὼθ, ἀνάγκη πᾶσα τοὺς ἀγγέλους πρωτον ἀνέρχεσθαι, καὶ δι´ αὐτῶν τὰς αἰτήσεις ἡμῶν, εἶθ´ οὕτως τὰς Βείας ἄνωθεν δωρεὰς κατέρχεσθαι πρὸς ἡμᾶς. Ἐπὶ γὰρ τούτῳ καὶ ἀγγέλους εἶδεν ἀνερχομένους καὶ κατερχομένους ὁ μακάριος Ἰακώβ· διὰ γὰρ τούτων, ώς εἔρηται, λειτουργικῶν ὄντων πνευμάτων, καὶ οἰκονομοῦνται τὰ τῇδε δε πάντα καὶ διεξάγονται. Καὶ Κπερὶ μὲν τούτων οὔτως. ὴνερχόμενον δὲ τὸν Ἰακὼβ ἀπὸ τοῦ Λάβαν, καὶ τὸν Ἡααῦ δεδιότα, παραθαῤῥύνει καὶ αὗθις ὁ Θεὸς παλαίων μετ´ ἀὐτοῦ ἕως πρωῒ καὶ πείθων ἐντεῦθεν μὴ φοβεῖσθαι· εἰ γὰρ μετὰ Θεοῦ δυνατὸς, πολλῷ μᾶλλον μετὰ ἀνθρώπων. Τοῦτο δὲ καὶ ὁ Ἰακὼβ ἐδήλωσεν εἰπών· «Εἶδον τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχὴ,» τουτέστιν ἡ τεθνηκυῖα ὥσπερ ὑπὸ δέους θάρσους ἐνεπλήσθη. Τηνικαῦτα καὶ Ἰσραὴλ μετονομάζεται ὡς ἐν φαντα σίᾳ Θεοῦ γενόμενος. Ὁ μέντοι Ἰακὼβ διυπνισθεὶς χωλεύων ἦν, ὡς ἡ ἱστορία δηλοῖ. Ἵνα δὲ μὴ μετὰ τὴν τελευτὴν τοῦ δικαίου σβεσθῇ ἡ πρὸς αὐτὸν τοῦ Θεοῦ