Ancient Greek
171
Michael Glycas, Annales 171
Unproofread scanNot analysed yet
νεκῆ ὁ Θεὸς, καί φησιν· «Οὐ μὴ φάγωσιν οιουἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλάτους τοῦ μηροῦ, ὃ ἐνάρκησεν. »Καὶ ἔστιν ἐνταῦθα μαθεῖν ὅτι ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων τοῦτό ἐστι τὸ μὴ ἐπιλανθάνεσθαι αὐτοὺς τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ εὐεργεσιῶν, καὶ ἅτε δὴ ὄντας ἀγνώμονας. Ἀλλὰ καὶ χωριζόμενος τοῦ Λάβαν ὁ Ἰακὼβ, καὶ μέλλων συναντᾷν τῷ Ἠσαῦ, παρεμβολὴν ἀγγέλων ὁρᾷ ὡς ἐντεῦθεν θαῤρεῖν καὶ μὴ τοὺς συνόντας τῷ Ἡσαῦ δεδιέναι. Ὁ Λάβαν μετὰ τὴν συμπλήρωσιν τῶν εἴκοσι ἐνιαυτῶν, ὑποσχεθεὶς ἀποστεῖλαι τὸν Ἰακὼβ μετὰ μισθοῦ, ἀνεβάλλετο, ὑπό τινων μεταβληθείς· ἐφ´ ᾧ καὶ πρὸς Λείαν καὶ Ῥαχὴλ ἔφη ὁ Ἰακώβ· «Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστπρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ´ ἐμοῦ.» Καὶ δῆλον ὅτι τῷ Ἀάβαν καταδιώκοντι τὸν Ἰακὼβ ἐπέστη ὄναρ λέ των· «Φύλαξον σεαυτὸν μήποτε λαλῆσαι μετὰ τοῦ Ἰακὼβ πονηρά.» Μέγα ὄφελος ἡ δικαίου τινὸς παρουσία. Καὶ δῆλον ἐξ ὧν ὁ Ἰακὼβ πρὸς Λάβαν ἔλεγεν· «Εὐλόγησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου.» Ἀλλὰ τῶν γυναικῶν αὐτοῦ ἕνεκα τοιαύτην ἐποίει πρὸς αὐτὸν ἀπολογίαν· Οὐκ ἐγὼ, τὸ δὲ προσόν φίλτρον ταῖς γαμεταῖς γυναιξὶ παρέπεισεν αὐτὰς ἐκ τῆς αὐτῶν ἀπᾶραι γῆς. Κατὰ μέντοι τὸν Γεώργιον ὁ Ἰακὼβ ἀνερχόμενος ἀπὸ τοῦ Λάβαν εἶδε πάλιν ὅρα σιν ἐν Βεθὴλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας. Καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάσαλιν, καὶ ἐπὶ τὸν Λευῒ ἐλθὼν, ἐπεὶ δέκατον εὖρεν αὐτὸν, τῷ Θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ πάντα ὅσα φθάσας ἐκτήσατο, καθὰ δὴ καὶ προὑποσχόμενος εἶπε τῷ Θεῷ ἐν τῷ ἀποδιδράὁΠάντα ὅσα ἄν μοι δῷς, δεκάτῃ ἀποδεκα-τώσιω αὐτά σοι.» Καὶ εὐθὺς ἐνδύσας τὸν Λευΐ σσολὴν ἱερατικὴν, δι´ αὐτοῦ θυσίας τῷ Θεῷ προσήνεγκεν ἐν Βεθήλ. Κἀντεῦθεν οἱ μὲν τῆς παλαιᾶς Λευῖται λέγονται, οἱ δὲ τῆς νέας κληρικοὶ διὰ τὸ γεγράφθαι «Οὐκ ἔσται τοῖς Λευΐταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ Κύριος μερὶς ἀὐτῶν καὶ κλῆρος »Καὶ κατὰ μὲν τὴν τοῦ Μωσέως ἱστορίαν ὅ τε σαῦ καὶ Ἰακὼβ πρὸς ἀλλήλους ἐσπείσαντο· ὁ δὲ Ἰώσηπος τῇ περὶ τούτων ἱστορίᾳ καὶ τάδε προστίθησιν. Ὁ Ἰσαὰκ τελευτῶν περὶ ὁμονοίας τῷ Ἰακὴβ καὶ τῷ Ἡσαῦ ὡμίλησε. Τούτου δὲ τελευτήσαντος ὁ Ἰσαῦ ἐδίωκε τὸν Ἰακώβ. Εἰσελθὼν δὲ ἔν τινι σόλει οὗτος καὶ παρακύψας ἄνωθεν, ἀνεμίμνησκεν αὐτὸν τῶν πατρικῶν παραγγελιῶν. Ὁ δ´ οὐκ ἐπείθετο. Καὶ τείνας τόξον ἔβαλλε τὸν Ἰσαῦ κατὰ τοὺ μαζοῦ. Τότε οὖν ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ προφητεία· «Ἡνίκα ἓν καθέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἐκ