Ancient Greek
173
Michael Glycas, Annales 173
Unproofread scanNot analysed yet
καμήλους γὰρ ἔμπροσθεν τῆς παρατάξεως πρατείναντος, καὶ τῶν ἀντιθέτων ἵππων εἰς φυγὴν τρα. πέντων, κρατεῖται μὲν ὁ Κροῖσος, ἀπώλοντο δὲ χιλιάδες υ· οὐδὲ γὰρ ἔσχυον ἀντιπερᾶσαι τὸν ποταμὸν πλημμυροῦντα. Μετὰ δὲ Κῦρον Δαρεῖος ὁ υἱὸς αὐτοῦ, εἶτα Ἐρταξέρξης, ἐφ´ οὗ ἦν τις ἐν Ἰταλίᾳ ὀνόματι Πάλας. Οὗτος κτίσας οἷκον Παλάτιον ὡνόμασεν, ὅθεν τὸ βασιλικὸν κατοικητήριον παλάτιον λέγεται. Καὶ ὁ μὲν Γεώργιος οὕτως, ὁ δὲ Ζωναρᾶς περὶ τούτου καὶ τάδε· «Ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅτι ἐν ὄρει τῷ καλουμένῳ Παλατίῳ, ἐν ᾧ Φαυστοῦλος διῆγεν ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει, καὶ διὰ τοῦτο, κἂν ἀλλαχοῦ που καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει.» Μετὰ δὲ ταῦτα Ῥῶμος ὁ κτίσας τὴν Ῥώμην καὶ Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ. Οὗτοι κτίσαντες ναὸν τῷ Διὶ Καπετώλιον Ῥώμης ὡνόμασαν, τουτέστν κεφαλὴν τῆς πόλεως. Ὁ μέντοι Ῥῶμος τὸν Ῥῆμον φονεύσα· ,καὶ τὸν δῆμον ὁρῶν στασιάζοντα, πρῶτος ἱππικὸν ἀπετέλεσεν εἰς τιμὴν τοῦ ἡλίου καὶ τῶν τεσσάρων στοιχείων. Ἀλλὰ καὶ οὕτως ἡ πόλις ἐταράσσετο. Ἐρωτήσας οὗν εἰς τὸ μαντεῖον διὰ τί ἐς τοσοῦτον ἡ πόλις σείεται, ἤκουσεν· «Ε μὴ συγκαθίσει ὁ ἀδελφός σου μετὰ σοῦ, οὖκ ἂν ἡ πόλις ἡρεμήσει. «Ἐντύπωμα ποιήσας τοῦ ἀδελφοῦ χρυσοῦν συνεκάθιζα μετ´ αὐτοῦ καὶ συνέκρινεν ὅτε ὁ τοῦ Ἀρταξέρξου υἱὸς Ὦχος τὴν Αἴγυπτον κατέσχεν, ὁ βασιλεὺς αὐτῆς Νεκτεναβὼ ἀλλάξας τὴν ἐσθῆτα ἔφυγεν εἰς Μακεὸονίαν, διὰ λεκανομαντεία· προγνοὺς τὴν Αἰγύπτου κατάσχεσιν, καὶ διὰ τὰς αὐτοῦ μαγγανείας γνώριμος γίνεται Φιλίππῳ καὶ τῇ γυναικὶ αὐτοῦ Ὁλυμπιάδι, ᾗ καὶ μιγνύμενος διὰ μηχανῶν ἔτεκε τὸν Ἀλέξανδρον. Ὁ μέντοι Φίλιππος Μακεδονίας βασιλεύσας καὶ Θεσσαλίαν ὑποτάξας πόλιν ἐν αὐτῇ κτίζει καὶ Θεσσαλονίκην καλεῖ. Μετὰ τοῦτον Ἀλέξανδρος. Ὅτε τοίνυν οὗτος κατὰ Περσῶν καὶ Μήδων ὥρμησε, συμμαχίαν τοὺς Ἰουδαίους ἐζήτησε. Καὶ μὴ λαβὼντυνθήκας γὰρ εἶχον πρὸς Ἀαρεῖον μὴ πολεμεῖν αὐτὸν) ἐπῄει κατ´ αὐτῶν. Ὁ γοῦν ἀρχιερεὺς πρὸς ἔκπληξιν τὴν θαυμαστὴν ἐκείνην στολὴν ἐνδυσάμενος τῷ Ἀλεξάνδρῳ ὑπήντησε. Καὶ ἂς ἐκπλαγεὶς, κἀντεῦθεν τοῦ ἵππου καταβὰς, τῷ ἀρχιερεῖ προσέπεσε. Τῶν γοῦν ἀλλοφύλων ἐκπλαγέντων ἔφη· «Οὐ τὸν ἱερέα προσκυνῶ, ἀλλὰ τὸν ὑπ´ αὐτοῦ τιμώμενον Θεόν· τοιούτῳ γὰρ σκήματι Ἐφ´ ᾧ καὶ θυσίαν ἐκεῖσε τῷ Θεῷ προσήνεγκεν