Ancient Greek
174
Michael Glycas, Annales 174
Unproofread scanNot analysed yet
Οὗτος μὲν οὖν καὶ πάνυ σοφῶς καὶ εὐμηχάνως ἐχειροῦτο τὰ πάντα· μετενδυόμενος γὰρ εἰσήρχετο ταντανοῦ καὶ κατασκοπεύων οὕτως ἐνίκα. Τοῦτο ποιεῖ καὶ ἐπὶ τῇ χήρᾳ Κανδάκῃ. Ἀλλ´ ἑάλω· ἐκείνη γὰρ τὰ συστήματα αὐτοῦ μαθοῦσα γὰρ τὸν μὲν τὸν ὀφθαλμὸν γλαυκὸς, τὸν δὲ μέλας] ἅμα τῶ ἰδεῖν αὰπλι αἷπε· «Γασιλεῆ Ἀλέξανδοε. τὸν κόσμον ἔλαβες, ααὶ γυνή. σε παρέλαβεν.» Ἦν καὶ λαβὼν εἰς γυναῖκα. καὶ εἰς Αἴγυπτον ἀπελθὼν, καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν κτίσας, καὶ ὑποστρέψας εἰς. Βαβυ. λῶνα, τελευτᾷ ἐτῶν λβʹ, δώδεκα καὶ μόνα κρατήσας ἔσῃ. φρονιμώτατος πάντων καὶ ἀνδρελότατος. Διὰ γὰρ τοῦτο καὶ πτηνὴν αὐτὸν πάρδαλιν ὁ προφήτης σροεΝε τὸ ὀαγδαῖον αὐτοῦ καὶ ὀξὺ παριστῶσα καὶ τὸ ἄφνω διαπτῆναι μετὰ τροπαίων τὴν οἰκουμένην. Λέγεται δὲ ὅτι καὶ φιλοσόφου τινὸς ἤκουσεν εἰπόντος ἀπείρους εἶναι κόσμους, καὶ μέγα στενάξας ἔφη· «Ἀπείρων ὄντων μηδενὸς ἐγὼ κεκράτηκα. ,Ἀλλὰ καὶ ἐπὶ σωφροσύνῃ ἐθαυμάζετο· τὰς γὰρ Δαρείου θυγατέρας αἰχμαλώτους κρατήσας οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀπρεπὲς εἶναι εἰπὼν τὸν ἄνδρας κρατήσαντα ὑπὸ γυναικῶν κρατηθῆναι. Ὡσαύτως δὲ καὶ ἐπὶ φιλοσοφίᾳ καὶ ἀγχινοίᾳ· τῷ γὰρ Ἀρι. στατέλει παρηκολούθησε. Πολεμικώτατος δὲ καὶ τολμηρότατος ὢν, καὶ ἰδὼν ὁμώνυμον αὐτῷ νεανίακον τινὰ δειλῶς μανόμενον, εἶπεν· «Ἢ τὸν τρόπον ἄλλαξον ἢ τὴν κλῆσιν,» Οὗτος μὲν οὖν Ἀλέξανδρος καὶ μέχρι τῶν ἐνδοάτων Ἰνδῶν καὶ αὐτοῦ τοῦ Ὠκεανοῦ καὶ τῆς μεγί. στης νήσου τῶν Βραχμάνων φθάσας, ὧν καὶ τὸν θαυμάσιον βίον θαυμάσας καὶ τὴν εἰς Θεὸν εὐσέ εειάν τε καὶ λατρείαν ἐξεπλάγη, ἐν ᾧ τόπῳ καὶ στήλην στήσας ὑπέγραψεν· «Ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου.» Ἐν ἐκείνῃ τῆ νήσῳ κατοικοῦσιν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ αὐτῶν οἱ πλείους περὶ τὰ ἑκατὸν πεντήκοντα Κτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ἀνεξερεύνητα τοῦ Θεοῦ κρίματα. Ἐκεῖσε ὀπώρα τὸν ἅπαντα χρόνον οὐ λείπει. Ἐκεῖ τὰ μέγιστα κάρυα καὶ τὰ δυσπόριστα ἀρώματα καὶ ἡ Μαγνῆτις λίθος· παρ´ οῖς οὐκ ἔστι τετράποδον, οὐκ οἶνος, οὐκ ἄρτος, οὐχ αάτιον. Μικρᾶς δὲ ὁπώρας καὶ ὕδατος ἀπολαύουσι τὸν ποταμὸν παροικοῦντες καὶ τῷ Θεῷ γνησίως λατρεύοντες. Καὶ οἱ μὲν ἄνδρες εἰς ποταμὸν παροικοῦσιν. αἱ δὲ γυναῖκες αὐτῶν ἐντεῦθέν εἰσι τοῦ ποταμοῦ Γάγγου τοῦ παραῤῥέοντος εἰς τὸν ζώκεανὸν ἐπὶ σὸ μέρος τῆς Ἰνδίας. Καὶ οἱ μὲν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰούλιον καὶ Αὔγουστον, παρ´ οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς ὑψωθέν τος. Τηνικαῦτα γὰρ εὔκρατοι γενόμενοι πρὸς οἶστρον κινεῖσθαι λέγονται. Καὶ ποιήσαντες μετὰ τῶν κωναικῶν αὐτῶν ἡιμέρας τεσσαράκοντα πάλιν ἀντιπερῶσι. Μεθ´ ὃ δὲ τέκῃ ἡ γυνὴ δύο παῖδας, οὐκέτι μίγνυνται. Ἐὰν δέ τις εὐρεθῆ στείοα μέχρι πενταετίας,