Ancient Greek
200
Michael Glycas, Annales 200
Unproofread scanNot analysed yet
θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἀμαρτίαν. Καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάῤῥα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου Θεοῦ. Καὶ ὅτε ἔθαπτες τοὺς νεκροὺς, συμπαρήμην σοι. Καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. Καὶ νῦν ἀπέστειλέ με ὁ Θεὸς ἰάσασθαι σε καὶ τὴν νύμφην σου Σάῤῥαν. Ἐγώ εἰμι Ῥαφαὴλ εἶς τῶν ἑπτὰ ἀγγέλων, ο] προσαναφέρουσι τὰς εὐχὰς τῶν ἁγίων.» Καὶ ταῦτα παραινέσας ἀνέβη πρὸς τὸν ἀποστείλαντα. Καὶ τοῦτο μὲν τὸ Ῥαφαὴλ ὄνομα ἔμαθες ἤδη ἐκ τοῦ Τωβήτ· τὸ δὲ Οὐριὴλ, καθά φησι ὁ σοφὸς τῷ ὄντι ἕελλὸς, οὔτε τὰ τῆς Παλαιᾶς οὔτε τὰ τῆς Νέας ἡμῖν ἐγνώρισεν. Ἔστι δέ τι βιβλίον Ἑβραῖκὸν ἄγνωστον τοῖς πολλοῖς, προσευχὴ δὲ Ἰωσὴφ ἐπιγεγραμμένον, ἔνθα δὴ ὁ ἐκείνου πατὴρ Ἰακὼβ εἰσῆκται τούτῳ δὴ τῷ ἀγγέλῳ Ῥαφαὴλ διαλεγόμενος, εἰ καὶ ἄρτι τοῖς Ἐβραίοις, ὡς καὶ τὰ ἄλλα τῶν ἀποκρύφων, ἀπῶσταί τε καὶ ἠθέτηται. Ὁ μέντοι. Τωβὴτ ρν ἔτη ἔζησεν, ὁ δὲ Τωβίας ρκζʹ. Μετὰ δὲ τὸ θάψαι τοὺς γονεῖς αὐτοῦ ἀπῆλθεν πρὸς Ῥαγουήλ τὸν πενθερὸν αὐτοῦ, καὶ ἤκουσε πρὸ τοῦ ἀποθανεῖν τὴν ἀπώλειαν Νινευῖ, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ κατὰ τὴν Τωβήτ πρόῤῥησιν. Μετὰ μέντοι τὸν Σαμψών ἕως Ἡλεὶ τοῦ ἱερέως Ο ἀναρχία ἦν παρ´ αὐτοῖς ἔτη μʹ, καὶ ἀλλήλοις ἐπανιστάμενοι συνωλοθρεύοντο. Ὅσον μὲν οὖν κακόν ἐστι τὸ περιορᾷν τοὺς ὑπὸ χεῖρα ἁμαρτάνοντας καὶ μὴ σφοδρῶς ἐπιστύφειν αὐτοὺς, ἔδειξε τὰ κατὰ τὸν Ἡλεὶ, τὴν κιβωτὸν καὶ τὸν λαὸν συμβάντα. Τηνικαῦτα γὰρ ὁ μὲν Ἡλεὶ θανάτῳ οἰκτρῷ περιπίπτει, ἡ κιβωτὸς αἰχμαλωτίζεται, καὶ ὁ λαὸς ἀναιρεῖται μαχαίρᾳ. Παλαιστινοὶ καὶ γὰρ κατὰ Ἰουδαίων ὁρμῶσι, συμπλέκονται ἀλλήλοις. καὶ πίπτουσιν Ἑβραῖοι ὡσεὶ τετρακισχίλιοι. Ετα τὴν κιβωτὸν ἀράμενοι σὺν αὐτῇ κατὰ τῶν πολεμίων ὁρμῶσι, κνατῆσαι συνήθως θαῤῥήσαντες. Συμβάλλουσιν ἀλλήλοις, καὶ πίπτουσι μὲν ἐκ τῶν Ἐβραίων οὐκ ὀλίγοι, αἰχμαλωτίζεται δὲ καὶ αὐτὴ ἡ κιβωτός. Οὐκ γαθὴ λοιπὸν ἀγγελία καταλαμβάνει τὸν Ἡλεί· καὶ τὴν μὲν τῶν αὐτοῦ παίδων ἀπώλειαν οέρει γενναίως, καὶ ὅτι καὶ σφάλματα προσῆσαν αὐτοῖς πορνεία καὶ γαστριμαργίαγάμους γὰρ ἀλλοτρίους ἐξώρυττον, καὶ τὰ κρέα πρὸ τοῦ ἁγιασθῆναι ἤσθιον, τὴν δὲ τῆς κιβωτοῦ αἰχμαλωσίαν οὐκ ἐνεγκών καταπίπτει τοῦ θρόνου καὶ τελευτᾷ· ἔτυχε γὰρ τότε κατά γε τὰς πύλας τοῦ ἱεροῦ καθήμενος ἐπὶ δίῳρου, ὀλτὼ καὶ ʹ βιώσας ἔτη.