Ancient Greek
201
Michael Glycas, Annales 201
Unproofread scanNot analysed yet
Τὴν μέντοι κιβωτὸν οἱ Παλαιστινοὶ λαβόντες εἰς πόλιν Ἄζωτον αἰχμάλωτον ἥγαγον. Τότε καὶ Δαγὼν συνετρίβη τῆς οἰκείας ἐκστὰς ἕδρας καὶ ὡς ἐν σχήματι προσκυνοῦντος πεσών. Ἔδειξε γὰρ ὁ Θεὸς ἐνταῦθα ὅτι οὐχ ὡς ἀσθενὴς ᾐχμαλωτίσθη ἡ κιβω. τὸς( γὰρ τοῦτο ἦν, οὐκ ἂν τῇ παρουσίᾳ αὐτῆς ὁ Θεὸς αὐτῶν Δαγὼν συνετρίβη, ὥστε] εἰ μὴ θεία χάρις προσῆν αὐτῇ, αἰχμαλωτισθῆναι δὲ συνεχω, ρήθη διὰ τὴν τῶν Ἰουδαίων κακίαν. Τότε δὴ τότε καὶ ὑπὸ δυσεντερίας ἀπέθνησκον οἱ αἰχμαλωτίσαντες αὐτὴν, τὰ ἐντὸς ἐξεμοῦντες διεφθαρμένα. Ἀλλὰ καὶ μυῶν πλῆθος ἀνελθὸν τὰ τῆς χώρας κατέβλρπτε, Μόλις οὓν οἱ Ἀζώτιοι συνῆκαν ὡς ἐκ τῆς κιβωτοῦ τὰ τοιαῦτα προσγίνονται αὐτοῖς· ἀξιοῦσι λοιπὸν τοὺς Ἀσκαλωνίτας. Καὶ ταύτην προσδεξάιμενοι ἐν τοῖς ὁμοίοις γίνονται κακοῖς. Οἱ δὲ Ἀσκαλωνῖται πρὸς ἑτέρους πέμπουσι, κἀκεῖνοι πρὸς ἄλ. λους. Καὶ πάντες τὰ αὐτὰ πάσχουσι. Συνέρχονται οῦν οἱ τῶν παθουσῶν πέντε πόλεων ἄρχοντες, Ἀκαρὼν, Γάζης, Ἀζώτου καὶ τῶν λοιπῶν, καὶ περὶ τούτου ακοποῦσιν. Ὅθεν καὶ βόας ὑποζεύξαντες ἀρτιτόκους, καὶ τὴν κιβωτὸν αὐτοῖς ἐπιτιθέασι, καὶ ἐπὶ τριόδου καταλιπόντες ἐπιτρέπουσιν αὐτοῖς ἡν βούλονται ὁδὸν ἀπελθεῖν· κἂν μὲν τὴν Ἐβραίων ἀπίωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν εἶναι τῶν τοιούτων κακῶν, ἂν δὲ ἄλλην τράπωνται, Καταδιώξωμεν αὐτὴν, ἔφασαν, ἅτε μὴ τοιαύτην ἔχουσαν δύναμιν. Γίνεται ταῦτα, καὶ θείαν τῇ κιβωτῷ προσεῖναι διέγνωσαν δύναμιν. Μλῆ κ ρΙδειαίοι εἱεοὶ ΠυiἱαμΙπϋεοί. Ηο οΟεiο οΠ ΡαΓωεεοἰ. αρεεε ΔνῖηΑ αάαια κιρν νῖηὴ ΑΟ ΟΟΙείαί ρρτοὺοεΒἰ. Οἱ μὲν οὖν Ἑβραῖοι τοιαῦτα πάσχοντες ζητοῦσι βασιλέα, καὶ λαμβάνουσι τὸν Σαοὺλ, εἰ καὶ μὴ πράως ἔφερεν ὁ Θεὸς τοῦ τοιούτου χάριν ζητήματος, ἐς´ ῷ καὶ πρὸς τὸν Σαμουὴλ ἔλεγεν· «Οὐ σὲ ἐξουθε νήκασιν, ἀλλ´ ἐμὲ, τοῦ μὴ βασιλεύειν ἐν αὐτοῖς.» ὗτος μὲν οὖν ὁ Σαοὺλ ἐκ τῆς Βενιαμίτιδος ὑπῆρχε φυλῆς, υἱὸς τοῦ Κὶς, ὁ καὶ τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας. Τὰς ὄνους τοῦ πατρὸς ἀπώλεσε, καὶ πρὸς τὸν προφήτην Σαμουὴλ ἔρχεται περὶ ἐκείνων ἐρωτήσων. Ὁ δὲ προφήτης λαβών τὸ ἅγιον ἔλαιον τῆς τοῦ νεανίσκου καταχεῖ κεφαλῆς, καὶ κατασπασάμενος αὐτὸν, «Ἴσθι», φησί, «βασιλεύς· ὑπὸ Θεοῦ κεχειροτόνησαι σήμερον.» Ἀλλὰ καὶ τὰ συμβησόμενα καθ´ ὁδὸν αὐτῷ ἔεγεν, ἐντυχεῖν τε προφήταις, καὶ σὺν αὐτοῖς προφητεῦσαι γενόμενον Κνθεον. Χρίει δὲ αὐτὸν καὶ τοῦ πλήθους ὁρῶντος. Καὶ οὔτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν. Ἔλεγε δὲ πρὸς αὐτοὺς ὅτι Πολλὰ παρωργίσατε τὸν Θεὸν, βασιλέα αἰτησάμενοι. Καὶ δῆλον ἐντεῦθεν· ὃ γὰρ οὐδέποτέ τις εἶδεν, ἐν θέρους ἀκμῇ χειμῶνα, τοῦτο γεγενημένον θεάσασθε. Καὶ σαῦτα εἰπόντος τοῦ προφήτου ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζαι καταφέρονται, ὡς ἐντεῦθεν τὸν λαὸν ἀμαρτεῖν εἰς Θεὸν ἔλεγεν. Ο μέντοι Σαοὺλ μέλλων κατὰ Παλαιστινῶν ὁρμανοεσωρ μοί μπει ἰ ἔρια ροοία μῆσαι, κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ὁρχιεραοοῶοωΟϛ