Ancient Greek
210
Michael Glycas, Annales 210
Unproofread scanNot analysed yet
ἐκ γῆς φυομένων καὶ πάντων τῶν ζώων. Ἐπὶ γὰρ τούτῳ καὶ ὁ συγγραφεύς φησιν ὅτι τελάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου Παρὰ δὲ Ἐζεκίου κεκαῦθαί φησιν ὁ πολυμαθὴς. καὶ πολυΐϊστωρ Εὐσέβιος. Ὅσα καὶ γὰρ ἐν γῇ καὶ θαλάσσῃ, ἐν ἀέρι, ἀφορμαὶ τῆς ἐκείνου φιλοσοφίας ἐγένοντο. Οὕτω μὲν οὖν ὁ Ἐζεκίας καὶ ἐπὶ τοῦ Δαβὶδ ἐποίησε ψαλμοῖς. Τούτων καὶ γὰρ ἐν ταῖς αἰχμαλωσίαις ἀπολωλότων, Ἔσδρας τις ἀνὴρ εἰς ἄκρον τῆς Ἑβραίδος διαλέκτου ἐληλακὼς τ´ ὅλους ἀπηριθμήσατο ἢ καὶ πλείους συλλέξας. Ἀλλ´ ὁ Ἐζεκίας τοὺς πλείους τῶν ψαλμῶν ἀθετήσας ὡς μὴ τοῦ Δαβὶδ εἶναι ὡμολογημένους, τοὺς ρνʹ´ καὶ μόνους ἀπέκρινεν, ὡς ὁ σοφώτατος ἕελλὸς ἱστορεῖ. Ἐφυσιολόγησε δὲ Σολομῶν καὶ περὶ λίθων, οὐχ ὅπως ἐχρώσθησαν μόνον ἢ συνεπάγησαν, ἀλλὰ καὶ ὅπου ἑκάστη συντελεῖ. Τὴν ν μὲν σωφροσύνης ἔφησε φυλακτήριον, τὴν δὲ πρὸς τὰ θειώδη ἀντέχειν πυρσὰ, ἐτέραν δὲ φυγαδεύειν πνεύματα πονηρά. Ἀλλὰ καὶ περὶ δαιμόνων ἐτέθη βιβλίον αὐτοῦ, ὅπως τε κατάγονται καὶ ἐν οἵοις εἴδεσι φαίνονται. Φύσεις δὲ τούτων καὶ ἰδιότητας ἔγραψε, πῶς τε δεσμοῦνται καὶ πῶς ἐμφιλοχωροῦντες ἀπολύονται. Ὅθεν ἔργα τούτοις ἀχθοφόρα ἐπέταττεν, ὑλοτομεῖν τε, ὡς λόγος, ἠνάγκαζε, καὶ κατωμαδὸν τὰ ἄχθη φέρειν παρεβιάζετο. ᾨδηκότα τε σπλάγχνα ἢ ἐπῳδαῖς ἢ βοτάναις περιτιθείς ἐθεράπευεν. Ἀλλ´ ὅ γε θεῖος Ἐζεκίας Θεῷ ἑαυτὸν ἀνατιθεὶς, καὶ πάντα τῆς ἐκεῖθεν προνοίας ἐξαρτήσας, τῶν ὑπὲρ φύσιν τῷ Σολομῶντι φιλοσοφηθέντων ὠλιγώρησεν. Ὧν δὲ ἱστόρησεν ὁ ἕελλὸς, καὶ ὁ Ἰώσηπος μάρτυς ἑστὶ λέγων· «Καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς,» φησὶν, «οἶδα χρώμενον Ἐλεάζαρ τὸν Ἰολ. δαῖον, ὃακτύλιον ἐντιθέντα τῇ ῥινὶ τοῦ πάσχοντος, καθὰ Σολομῶν ὑπέδειξε· καὶ ὀσφραινόμενον τὸ Καὶ ικάνιον εὐθέως ἐκεῖθεν ἠλαύνετο. Δῆλον δὲ τοῦτο γίνεσθαι διά τινος ὑποτεθέντος ἀγγείου μεστοῦ ὧδατος· συνεταράσσετο γὰρ τὸ τοιοῦτον ὕδωρ ἐκείνου ἐξερχομένου.» Ταῦτα δὲ πάντα τὰ περὶ Σολομῶντος ἱστορούμενα καὶ αὐτὸς ἐκεῖνος ἐπιβεβαιοῖ ἐν τῇ βίβλῳ αὐτοῦ τῇ λεγομένῃ Σοφία Σολομῶντος, καὶ τάδε κατὰ ῥῆμα διεξιὼν, «ὉΘεὸς ἔδωκέ μοι τῶν Κ,σιωον γνῶσιν ἀώευδῆς, εἰδέναι τε σύστασιν κόσμου, βέσεις ἀστέρων καὶ φύσεις ζώων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, καὶ γνῶσιν τὴν ἐν κρυπτῷ.» Οὐκοῦν ἀξιόπιστα πάντα τὰ περὶ Σολομῶντος λεγόΣρβὰ