Ancient Greek
211
Michael Glycas, Annales 211
Unproofread scanNot analysed yet
ἔθνος Αἰθιοπικόν. Τούτων ἐβασίλευσεν ἡ θαυμαστὴ ἐκείνη Σίβυλλα. Μήτε γὰρ νόμον εἰδυῖα μήτε προφητῶν ἀκούσασα διὰ τοῦ Σολομῶντος τὸν τῆς σοφίας ὕμνησε χορηγόν· «Γένοιτο,» γὰρ ἔφη, «Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραήλ.» Ἐν οἷς δὲ τὸν Σολομῶντα ἐπείραζεν αὕτη, καὶ τοῦτο ἐπενόησεν. Εὐόπτους παῖδας ἄῤῥενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ καλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκατέρου γένους· αὐτὴν διάκρισιν ποιήσασθαι. Ὁ δὲ νίψασθαι τούτους προστάξας τὸ πρόσωπον, ἑκατέρων τὴν φύσιν διέγνωκε, τῶν μὲν ἀῤῥένων ἀνδρικῶς τὰς ὄψεις καταψώντων, τῶν δὲ θηλειῶν ἁπαλῶς. Ἡ δὲ ἐκπλαγεῖσα εἰπεν ὅτι Πλείονα ἑώρακα ὑπὲρ ὃ ἤκουσα. Καὶ δοῦσα αὐτῷ χρυσίου τάλαντα ρκ´ καὶ ἡδύσματα καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἀφ´ οἷ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχεν, ὡς φησιν Ἰώσηπος, ὑπέστρεψε. Τὸ δὲ τάλαντον ἔχει λίτρας ρκʹ καὶ εʹ, ὡς ἐντεῦθεν λαβεῖν αὐτὸν ἐξ ἐκείνης χρθσίου Ἅ Ὦ ρʹ. Οὐ μόνον δὲ ταυτα, ἀλλὰ καὶ ἕως ηὐσέβει, πάντας τοὺς ἀπ´ Εὐφράτου μέχρι Νείλου δασμοφοροῦντας εἶχεν. Ἔκτοτε δὲ τοῖς δυσμενέσιν εὐεπιχείρητος γέγονε. Καὶ κατ´ ἀρχὰς μὲν ὁ Σολομῶν ἐθαυμάζετο, τὰς Παροιμίας γράφων καὶ τὰ ναὸν ἀνιστῶν, ὥς φησιν ὁ μέγας Κύριλλος, ἡνίκα καὶ Ὅμηρος τὰς τῶν Τρώων ἐτραγῴδει συμφορὰς, μετὰ ρξ ἔτη τῆς λίου ἀλώσεως. Ὕστερον δὲ ἀσεβείᾳ περιέ πεσε. Δῆλον δὲ τοῦτο καὶ ἐξ ὧν ἡ θεία Γραφὴ διέξεισι περὶ αὐτοῦ λέγουσα· «Καὶ ἐξέκλιναν αἱ ἀλλότριαι τὴν καρδίαν Σολομῶντος ὀπίσω θεῶν ἑτέρων.» Οὐχ ἦττον δὲ καὶ ἐξ ὧν ὁ προφήτης Ἀχίας ἔφη πρὸς τὸν ἐκείνου δοῦλον Ἰεροβοὰμ, μανθάνομεν ὅτι τοῖς εἰδώλοις λελάτρευκεν ὁ Σολομῶν. Ἔφὴ δὲ οὔτως· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Ααβὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ την πάλιν μου, ἀφ´ ὧν ἐγκατέλιπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχώ προσοχθίσματι υἱῶν Ἀμμών.» Καὶ Ἀστάρτην μὲν αὐτὸν εἰναι τὸν Ἑωσφόρον μυθολογοῦσι, τὴν καὶ Ἀφροδίτην. Βδέλυγμα καὶ προσόχθισμα τὰ εἴδωλα καλεῖ ἡ Γραφή. Καὶ πρὸς αὐτὸν δὲ τὸν Σολομῶντα οὕτω φαίνεται λέγων ὁ Θεὸς, «Ἀνθ´ ὡν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω ταύτην τῷ