Ancient Greek
212
Michael Glycas, Annales 212
Unproofread scanNot analysed yet
ἱούλῳ σου.» Ἐπειδὴ γὰρ, φησί, τὴν πρέπουσαν ἐμὰ τῷ κτίστῃ τιμὴν καὶ δ´ξαν τῆ δούλη κτίσει ἀπένειμα, δώσω κἀγὼ τὴν δόξαν σου τῶ δούλω σου. Ὅθεν καὶ ἐπαρθείς ὁ Ἱεροβοὰμ ἥρξατο ἀπὸ Σολομῶντος τὸν λαὸν ἀφιστᾷν. Τοῦτο μαθὼν ὁ Σολομῶν ἐζήτει τὸν Ἱεροβοὰμ συλλαβεῖν· ἐφ´ ὧ καὶ φεύγει πρὸς Αἴγυπτον, τὴν τελευτὴν Σολομῶντος καρτερῶν. Καὶ κατὰ μὲν τὴν θεία» Γραφὴν ἐβασίλευσε Σολομῶν ἔτη μʹ, κατὰ δὲ τὸν Ἰώσηπον ἐτη ὀγδοήκοντα. Ἐτελεύτησε δὲ, ὡς ἐκεῖνος ἔφησεν, ἐτῶν ἐνενήκοντα καὶ τεσσάρων. μὴ ΠιΟιΛΙΠΙή Φεεε οι ΠωΙΗα Οεβρί αλαΟΑ Πλὴν ἡ Γραφὴ καὶ τάδε περὶ αὐτοῦ διέξεισι· Καὶ ἐ βασιλεὺς Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλὰς καὶ τὴν θυγατέρα Φαραώ, Ιωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῥαίας· καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρκουσαι ψʹ, καὶ παλλακαὶ τʹ. Τότε ᾠκοδόμησεν ὑψηλὰ τοῖς εἰδώλοις πασῶν τῶν γυναικῶν αὐτοῦ. Ὡς ἐντεῦθεν καὶ τὸν παραβάτην Ἰουλιανὸν ὁρμηθῆναι καὶ εἰπεῖν, ὅτι Τὸν Σολομῶντα σοφὸν μὴ λέγετε, καθάπερ ὁ μέγας διέξεισι Κύριλλος· εἰ δὲ πεπιστεύκατε εἶναι σοφὸν, μήτοι παρὰ γυναικὸς ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ παρὰ τοῦ φανέντος αὐτῷ αρῶ πειθόμενον λελατρευκέναι τοῖς ἄλλοις θεοῖς. Πκλς οὖν ταῦτα ὁ θεῖος οὐτος ἀνὴρ ἀνταποκρινόυενος καὶ τάδε προστίθησιν· «Ἀπὸ μὲν ὧν ἔγραφε, σοφὸς ἂν λέγοιτο παρ´ ἡμῶν δὴ καὶ νοοῖτο κατὰ ἀλήθειαν ὁ Σολομῶν· ὅτι δὲ πεπλημμέληκεν ὁμολογουμένως τοῖς ψευδωνύμοις λατρεύσας θεοῖς, ἀρνήσαιτ´ ἂν οὐδείς. Ὅθεν οὔτε προφήταις ἁγίοις οὔτε μὴν ἀποστόλοις ποιοῦμεν αὐτὸν ἐναρίθμιον, εἴ γε καὶ μᾶλλον κατὰ μὲν τὴν νεότητα τὰ πρὸς δόξαν Θεοῦ πληροῦν ἠπείγετο, κατὰ δὲ τὸν τοῦ γήρους καιρὸν πάγην αὐτῷ τὴν ἀπὸ γυναικὸς ὁ Χατανᾷς κατεσκεύασε »Τούτοις μὲν οὗν καὶ Ἰώσηπος συμφωνεῖ διεξιών οὑτωσί· «Ἀλλ´ οὐ τοιοῦτος ὁ Σολομῶν ἐν τῷ καιρῷ τοῦ γήρους, ὁποῖος ἄρα καὶ ἐν τῇ νεότητι αὐτοῦ ἦν. Προβαινούσης γὰρ τής ἥβης, καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχει, πρὸς τὴν μνήμην τῶν θείων ἐντολῶν, τοῦ ἰδίου τε Θεοῦ κατωλιγώρησε καὶ εἰς γυναῖκας ἀλλοφύλους ἐξώκειλε, τοῖς Οεοῖς αὐτῶν πρότερον καταθύσας. Καὶ πρὸ τούτῳν δὲ εἰς τὴν φυλακὴν τῶν νομίμων ἐξήμαρτεν, ὅτε τὰ τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασε καὶ τῶν λεόντων τῶν περὶ τὸν θρόνον τὸν ἴδιον, καὶ ταῦτα δις αὐτοῦ τοῦ Θεοῦ καθ´ ὕπνους φανέντος. Ὅθεν καὶ Ἄδερ τὸν Ἰδουμαῖον ἐγείρει κατ´ αὐτοῦ ὁ Θεός.» Ὁ μέντοι θρόνος τοῦ Σολομῶντος ἐλεφάντινος ἦν. ἀναβαθμίδας ἔχων ἕξ. Καὶ ἐν μιᾷ ἑκάστη αὐτῶν λέοντες εἰστήκεισαν ἑκατέρωθεν, πρὸς τούτοις δὲ ναὶ ὁμοίωμα μόσχου ἦν παρ´ αὐτῷ. Εἰ δὲ ταῦτα οὕτως ἔχει, καθὼς ἄνωθεν εἴρηται, προσέχειν ἄξιον, ἀγαπητὲ, καὶ μὴ συναρπάζεσθαι τοῖς λέγουσιν ὅτι μετανοίᾳ περὶ τὸ γῆρας ὁ Σολομῶν ἐχρήσατο, Βἰ γὰρ ἴΛΙΚω. Ο. ΙvΙiΙ.