Ancient Greek
232
Michael Glycas, Annales 232
Unproofread scanNot analysed yet
κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τουτέστιν οὐσιωδῶς. Ἐγκυμονεῖ τηνικαῦτα λοιπὸν, ὀγκοῦται ἡ παρθενικὴ γαστὴρ αὐτῆς. Οὐ μικρῶς ἐπὶ τούτοις ὁ Ἰωσήφ ταράσσεται, λαθραίως ἀπολῦσαι τὴν ἐγκύμονα μελετᾷ. Θεῖος αὐτῷ ἐφίσταται ἄγγελος κατ´ ὄναρ, Μὴ φοβηθῇς, λέγων, παραλαβεῖν Μαριὰμ τὴν γυαῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἀγίου.» Ἔξυπνος οὖν γεγονὼς παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ὁ μὲν οὖν μέγας Βασίλειός φησιν ὅτι οὔτε πρὸ τοῦ τόκου οὔτε μετὰ τὸν τόκον ἔγνω τὴν πάναγνον ὁ Ἰωσήφ. Τὸ γὰρ ἕως οὖ πολλαχοῦ τῆς Γραφῆς ἀόριστον εὕρηται, ὡς ὅταν λέγῃ· «Καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ·» καὶ γὰρ ὁ κόραξ οὐδὲ μετὰ τὸ ξηρανθῆναι τὴν γῆν ὑπέστρεψε. Καὶ ἀλλαχοῦ· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἴπερ οὐκ ἦν ἀόριστον τὸ ἔως, ἐγερθῆς ναι λοιπὸν εἴπαμεν τὸν Κύριον μετὰ τὸ τεθῆναι τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἀλλὰ καὶ ὁ Σωτὴρ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε· «Καὶ Κσομαι μεθ´ ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας. »Εἰ οὖν οὐκ ἦν ἀόριστον τὸ ἔως, μετὰ τὴν συντέλειαν λοιπὸν οὐ συνέσεται τοῖς μαθηταῖς ὁ Χριστός. Καὶ μὴν ὁ Παῦλος οὕτω φησίν· «Ἀρπαγησόμεθα ἑν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὔτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον, ὁ δὲ μέγας Ἀθανάσιός, φησιν ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ἀληθῶς ἕως οὗ ἔτεκε τὸν Κύριον. Οὐκ ᾔδει τί τὸ ἐν αὐτῇ. Μόνον ὅτε ἔτεκε, τότε δὴ καὶ ἐγνώρισε. Τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἡ δύναμις τῆς παρθένου. Τότε ἔγνω, ὅτε ἐξελόχευσε καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν, ὅτε γάλα παρεῖχε ξενοῤῥυὲς καὶ θηλὴν τῆς φυσικῆς νομῆς ἀλλοτρίαν, ὅτε μαζὸν ἔδωκε καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινεν. Ἀλλὰ μὴ ξένον τὸ πρᾶγμα ἡγου. Ἐπειδὴ γὰρ Θεὸς ἦν καὶ ἄνθρωπος τὸ τικτόμενον, ἐξ ἀνάγκης ἑαυτῷ συνέζευξε τά τε θεῖα τά τε ἀνθρώπινα. Καὶ ἀνθρώπινα μὲν ὁ ὄγκος τῆς γαστρὸς, ὁ τῆς κυοφορίας ἐνναμηνιαῖος καιρὸς, ἡ τοῦ τικτομένου συνήθης ἔξοδος, ἡ γαλακτοαὐτοῦ σώματος αὔξησις· κατὰ γὰρ τὸν μακάριον Παῦλον πάντων πεπείραται τῶν ἡμετέρων ἄνευ μόνης τῆς ἀμαρτίας. Θεῖα δὲ πάλιν ἡ ἄσπορος σύλληψις, ἡ παράδοξος κύησις καὶ ἀῤῥύπαντος γέννησις. Καὶ τοῦτό ἐστιν ὅπερ ἡ θεολόγος ἔλεγε γλῶττα· Νόμοι φύσεως καταλύονται.» Πρὸς τοῖς ἄλλοις χὰρ καὶ μητρικῶν ὡδίνων ἄνευθεν Χριστὸν ἡ πάναγνος ἔτεκε· κατὰ γὰρ τὸν Δαμασκηνὸν, ἔνθα ἡδονὴ οὐ προηγήσατο, εἰκότως οὐδὲ ὀδύνη ἐπηκολούθησεν. Ὅτι δὲ τὰ τῆς κυοφορίας παράδοξα ἦσαν, καὶ ὁ Ἀρεοπαγίτης Διονύσιος ἔδειξεν, οὕτως εἰπὼν περὶ