Ancient Greek
233
Michael Glycas, Annales 233
Unproofread scanNot analysed yet
αὐτοῦ ὅτι τὸ μὲν ἀνδρικῶς οὐσιωθῆναι αὐτὸν ἐκ τῶν ἱερῶν Λογίων ἐμάθομεν, ἀγνοοῦμεν δὲ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ διεπλάττετο. Καλῶς οὗν ὁ μέγας Ἀθανάσιος ἔφησεν· Ὅτε ἐξελόχευσε, καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν.» Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ αὐτὴ καὶ τίκτουσα καὶ σπαργανοῦσα καὶ τῇ φάτνῃ τὸ παιδίον ἐπανακλίνουσα. Καὶ οὕτω μὲν οἱ διαληφθέντες θεῖοι Πατέρες περὶ τοῦ εὐαγγελικοῦ ῥητοῦ τοῦ λέγοντος· «Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἕτεκεν τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Οἱ δὲ τοῦ Μάνεντος κληρονόμοι Παυλικιανοὶ τὸ τοιοῦτον ῥητὸν πρὸς ἴδιον ἐκλαμβάνοντες θέλημα, τὴν ἄσπιλον τοῦ Κυρίου μητέρα τερατολογοῦσι μετὰ τὸν σωτήριον τόκον ἐτέρους υἱοὺς ἐκ τοῦ Ἰωσὴφ παιδοποιῆσαι Γκννᾶται οὖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Μάγοι ἐκ Περσίδος ἐγείρονται, τὸν καινότατουν ἐκεῖνον ἀστέρα θεασάμενοι, καὶ εἰς προσκύνησιν αὐτοῦ παραγίνονται, προηγούμενον ἔχοντες τὸν τοιοῦτον ἀστέρα καὶ τὴν ὁδὸν οἷον ὑποδεικνύοντα. Πρόσεχε δέ, ἀγαπητέ· διαφωνία γὰρ οὐ μικρὰ παρὰ τοῖς ἁγίοις γίνεται τῆς παρὰ τῶν Μάγων ἔνεκα προσκυνήσεως. ,Πρῶτον γὰρ ὁ μέγας Ἐπιφάνιος ἐν τῆ βίβλῳ Παναρίῳ διετῆ λέγει καὶ ἐν οἰκίᾳ παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστόν. Ἐπειδὴ Κγὰρ ὁ κατὰ τὴν χώραν αὐτῶν φανεὶς ἀστὴρ τὴν κατὰ σάρκα ἐμήνυσε τοῦ Χριστοῦ γέννησιν, προέφθασε δὲ δι´ ὀλίγου τοὺς Μάγους, ἀγαγεῖν εἰς Ἱεροσόλυμα (ατὰ γὰρ τοῦτο καὶ ὁ Ἡρώδης ἀπὸ διετοῦς ἀναιρεῖσθαι τὰ βρέφη προσέταξε, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρά τῶν Μάγων), τούτου χάριν ἀναμνησθεὶς ὁ θεῖος ἀνὴρ διετῆ παρὰ τῶν Μάγων ἔφη προσκυνηθῆναι τὸν Χριστόν. Ἀλλ´ ὁ χρυωσοῤῥήμων Ἰωάννης οὐχ οὕτως· οὐδὲ γὰρ ἅμα τῷ γεννηθῆναι τὸν Χριστὸν τηνικαῦτα καὶ τὸν ἀστέρα φησὶ τοῖς Μάγοις ὀφθῆναι. Καὶ ἄκους τί κατὰ ῥῆμα διέξεισιν ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἑρμηνείᾳ· «Ὁ ἀστὴρ δὲ πρὸ πολλοῦ τῆς γεννήσεως ἐφάνη τοῖς Μάγοις, ἵν´ ἐν σπαργάνοις τὸν Χριστὸν προσκυνήσωσι. Πολὺν γὰρ ἔμελλον ἐν τῇ ὁδῷ ἀναλίσκειν τὸν χρόνον, συνεμέτρησε γὰρ, φησὶ, τὸν χρόνον ὁ Θεὸς, ὃν ἔμελλον ἐν τῇ ὁδῷ ἀναλῶσαι οἱ Μάγοι· καὶ οἴτω κατ´ ἐκεῖνον προέφθασεν αὐτοῖς τὸν ἀστέρα, ὡς ἐντεῦθεν ἐν σπαργάνοις προσκυνῆσαι τὸν Κύριον.» Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος, αὐτός τε ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν σπηλαίῳ λέγοντες παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστὸν, τὴν τοῦ χρυσοῤῥήμονος ἐπιβεβαιοῦσι πάντως ἐξήγησιν. Οἶδα δὲ,. ἀγαπητέ, ὅτι καὶ ἐπὶ τοῖς λοιποῖς τοῦ τοιούτου ἀστέρος οὐ μικρῶς ἀμφιβάλλεις, τῇ παραδόξῳ τε κινήσει, τῇ στάσει, τῇ ἀποκρυβῇ, τῇ ἀφ ὕψους συγκαταβάσει, καὶ πᾶσιν ἁπλῶς τοῖς τοιούτοις.