Ancient Greek
238
Michael Glycas, Annales 238
Unproofread scanNot analysed yet
ἦν ὁ δεῖνα ἐκεῖνος πρὸς ὃν ἀπεστάλησαν οἱ μαθη ταὶ παρὰ τοῦ Κυρίου. Περὶ δὲ τοῦ Παύλου τί χρὴ καὶ λέγειν, εἴ γε καὶ τοῦτον εἶναι νομίζεις ἕνα τῶν δώδεκα κατὰ τὴν πλειόων ὑπόληψιν; Ἄφες τοὺς τῶν πολλῶν λόγους, καὶ τοῖς ἱεροῖς πρόσεχε γράμμασι. Δώδεκα μὲν οὐν ἐξελέξατο μαθητὰς ὁ Χριστὸς, οἷς οὐκ ἔστι συνηριθμημένος ὁ Παῦλος. Πῶς καὶ γὰρ, εἴγε μετὰ τὴν τοῦ παναγίου Πνεύματος κάθοδον προσελήλυθε τῷ xριστῷ; Δώδεκα μὲν οὖν οἱ μαθηταὶ, ἐφ´ ὧν ὁ Ἰούδας τῇ τῆς φιλαργυρίας νόσῳ κάτοχος γεγονὼς τοῦ τῶν μαθητῶν ἐκπίπτει χοροῦ. Εἰσάγεται δὲ ἀντ´ αὐτοῦ μετὰ τὴν τοῦ Κυρίου ἀνάληψιν ὁ Ματθίας, ὡς ἡ βίβλος διαγορεύει τῶν Πράξεων. Οὐκοῦν οἶ τὸν Παῦλον ἕνα λέγουσιν εἶναι τῶν δώδεκα, ἢ τὸν ἐκπεσόντα τοῦ χοροῦ δειξάτωσαν ἡμῖν(ε μὴ γὰρί ἐξέπεσέ τις, οὐκ ἂν ὁ Παῦλος εἰσῆλθεν), ἢ τὸν Παῦλον ἕνα εἶναι τῶν δώδεκα μὴ λεγέτωσαν. Πλὴν εἰ καὶ μὴ τῷ χορῷ τῶν ἐβʹ συνηριθμημένος ἐστὶν, ἀλλ´ οὐδείς ἐπάνω στήσεται Παύλου, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. Καὶ γὰρ ἕκαστος κατὰ τὸν ἴδιον ἄπον καὶ τὸν μισθὸν λήψεται, Παύλου δὲ πλεῖον οὐδεὶς ἐκοπίασε, τί χρὴ καὶ λέγειν; Εὔδηλον γὰρ ἑντεῦθεν ὡς οὐκ ἔστιν αὐτοῦ μείζων οὐδείς. Καὶ περὶ μὲν τούτων οὔτως. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ Δ βαπτισθῆναι καὶ τοῦ θαυματουργεῖν, ὡς προείρηται, καὶ τοῦ διδάσκειν ἀπάρχεται, ἐφ´ ᾧ καὶ λαὸν οὐκ ὀλίγον ἐφέλκεται. Ταύτῃ τοι καὶ φθονοῦσιν αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς· ὅθεν ὕβρεσι πλύνουσι καὶ μώμους αὐτῷ προσεπιτρίβουσι, Σαμαρείτην ἀποκαλοῦντες καὶ δαιμονῶντα φάγον τε καὶ οἰνοπότην αὐτόν. Ἀλλὰ καὶ λίθοις βάλλουσι, καὶ μᾶλλον ἡνίκα τετραήμερον ἤ γειρε τὸν Λάζαρον ἐκ νεκρῶν. Οὐκέτι λοιπὸν παῤῥησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ´ ἀπῆλθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραΐμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ, ὡς Ἰωάννης φησί. Μεθ´ ἡμέρας δὲ τινας ἐκεῖθεν ἔρχεται, καὶ μετὰ βαΐων προσυπαντῶσιν αὐτῷ τοῦ κατὰ τὸν Λάζαρον ἕνεκα θαύματος. Ἐν δέ γε τῇ μεγάλῃ τετράδι παρὰ Σίμωνι ἑστιᾶται τῷ πατρὶ τοῦ Λαζάρου, ὃν αὐτὸς τῆς λέπρας ἰάσατο. Τότε δὴ τότε ἢ γυνὴ πόρνη τῇ κεφαλῇ αὐτοῦ μύρον ἐπιχέει πολύτιμον. Ὅρα ὅὲ νουνεχῶς ὅτι αἱ γυναῖκες αἱ τὸ μύρον ἀλείψασαι τὸν Κύριον τρεῖς αἱ πᾶσαί εἰσιν Ἄλλη μὲν γάρ ἐστιν ἡ παρὰ τῷ Ἰωάννῃ· τιμία δὲ αὕτη, καὶ ἡ ἀδελφὴ τοῦ Λαζάρου. Ἄλλη δὲ ἡ παρὰ τῆς οἰκίας Σίμωνος τοῦ λεπροῦ· πόρνη δὲ αὐτη προσελθοῦσα τῷ Χριστῷ, καθὼς ὁ Ματθαῖος ἰστορεῖ.