Ancient Greek
239
Michael Glycas, Annales 239
Unproofread scanNot analysed yet
Καὶ ἐτέρα πόρνη πάλιν, ὥς φησιν ὁ Λουκᾶς. ἡ προσελθοῦσα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ Φαρισαίου, τοῦ καὶ σκανδαλισθέντος ἐπ´ αὐτῷ τῷ Χριστῷ καὶ οὕτως εἰπόντος· «Εἰ προφήτης ἦν, ἕγνω ἂν ὁποία τίς ἐστιν ἡ ἀψαμένη αὐτοῦ «Οἷδα δὲ, ἀγαπητὲ, ὅτι καὶ τὴν μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ· μεγάλῃ τετράδι γενέσθαι τινές ἀπομάχονται. Πλὴν ὁ λόγος αὐτῶν, ὡς ἔμοιγε δοκεῖ, καὶ λίαν ἐστὶν ἀναπόδεικτος. Εἰ γὰρ τὸ θαῦμα τοῦτο κατὰ τὸ Θαβώριον ὄρος ἐγένετο, ἐν Ἰεροσολύμοις δὲ ὁ Κύριος κατά γε τὴν μεγάλην τετράδα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ἑστιώμενος ἦν, φαίνεται προφανῶς ὡς ἐν ἄλλῃ γέγονεν ἡμέρᾳ τὸ τῆς μεταμορφώσεως θαῦμα, καὶ οὐ κατὰ τὴν τετράδα πάντως αὐτήν. Εἰ γὰρ ἀνὰμέσον τοῦ τε Θαβὼρ καὶ τῶν Ἱεροσολύμων ὡσεὶ δύο ἡμερῶν ὑπάρχει τὸ διάστημα. πῶς λριπλν ἐν μιᾷ ἡμέρᾳ τῇ αὐτῇ λέγουσιν ἔν τε Θαβὼρ εὑρεθῆναι καὶ ἐν Ἱεροσολύμοις τὸν Χριστόν; Ἡδύνατο μὲν οὖν ὡς Θεὸς ὧδε κἀκεῖσε κατ´ αὐτὸν εὐρεθῆναι, ἀλλ´ ἵνα μὴ φαντασία νομισθείη τὸ πρᾶγμα, πρὸ τοῦ πάθους τοῦτο ποιῆσαι οὐκ ἤθελεν. Ἔνθεν τοι καὶ κατὰ τὴν κοινὴν τῶν σωμάτων φύσιν τὰς τοπικὰς αὐτοῦ μεταβάσεις ποιούμενος ἠν. Μετὰ δὲ ταῦτα δύο τῶν μαθητῶν ἀποστέλλει πρὸς τὸν δεῖνα τῆς τοῦ νομικοῦ πάσχα χάριν ἑτοιμασίας · ὃ δὴ καὶ προλαβὼν ἔφαγε κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν, ὡς ὁ χρυσοῤῥάμων Ἰωάννης φησίν. Εἶθʹ οὔτως ἀναπεσὼν δι´ ἄρτου καὶ οἵνου τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς παρέδωκε· «Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. καὶ πίετε πάντες, τοῦτό ἐστι τὸ αἷμά μου.» Πρὸ μέντοι τῶν μαθητῶν αὐτὸς τοῦ οἰκείου μετέλαβε σώματός τε καὶ αἷματος. Τίνος ἕνεκεν; Ἵνα μὴ καὶ πάλιν οἱ μαθηταὶ θορυβηθῶσι, καθάπερ καὶ πρότερον. Ἡνίκα καὶ γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος ἤκουσαν, «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπρυ καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωῆν ἐν ἑαυτοῖς, »ἀπῆλθον εἰς τὰ ὁπίσω καὶ οὐκέτι περιεπάτουν μετ´ αὐτοῦ, λέγοντες· . «Ὁ λόγος οὕτος σκληρός ἐστι· τίς δύναται ἀκούειν αὐτοῦ;» Ἦνα γοῦν μὴ καὶ πάλιν τοιοῦτόν τι πάθωσιν, ἅτε σάρκα ἐσθίειν καὶ αἷμα πίνειν μέλλοντες, πρῶτος αὐτὸς τῆς ἑατοῦ σαρκὸς ἀπεγεύσατο, θέλων ἀνενδοιάστως τῶν τοιούτων ἐμφορηθῆναι καὶ αὐτούς. Τὸ δὲ τοιοῦτον ἑτοιμάζει δεῖπνον ὁ Σωτὴρ εἰς παράκλησιν τῶν μαθητῶν· ἑώρα γὰρ αὐτοὺς οὐ μικρῶς ἀδημονοῦντας ἐπὶ τῷ χωρισμῷ αὐτοῦ. Μεταδίδωσι λοιπὸν α´ τοῖς, ὡς προείρηται, τοῦ οἰκείου σώματος καὶ αἴματος, «Τοῦτο ποιεῖτε,» εἰπὼν, «εἰς τὴν ἐμὴν ἀνάμνησιν. »Μεταλαμβάνει πρὸς τοῖς ἄλλοις καὶ ὁ Ἰούδας, καὶ τηνικαῦτα πρὸς Ἰουδαίους ἀπέρχεται, τὰ πεπραγμένα παρὰ τοῦ Κυρίου καταμηνύων αὐτοῖς οοοωΟΙ