Ancient Greek
242
Michael Glycas, Annales 242
Unproofread scanNot analysed yet
μεγάλη πέμπτη ὡς πρὸ τῶν ἀζύμων οὖσα. Καθάπερ γὰρ ὁ Μάρκος τὴν παρασκευήν προσάββατον Κλεγεν ὡς οὗσαν πρὸ τοῦ Σαββάτου, οὕτω καὶ τὴν μεγάλην πέμπτην πρώτην τῶν ἀζύμων λέγει ὁ Ματθαῖος ὡς πρὸ τῶν ἀζύμων οὖσαν, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς· «Τὴν μεγάλην ἐνέφηνε πάντως παρασκευήν.» Ὁμοίως δὲ καὶ ὁ Λουκᾶς, ἐλθεῖν λέγων, τουτέστιν ἠγγικέναι, τὴν τῶν ἀζύμων ἡμέραν, τὰ αὐτὰ τῷ Ματθαίῳ ᾐνίξατο. Ἀλλὰ καὶ ὁ Ἰωάννης, πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα γενέσθαι λέγων τὸ δεῖπνον, αὐτὴν εἶπε τὴν παρασκευὴν, καὶ δηλοῦσι τὰ μετὰ ταῦτα· λέγει γάρ· «Καὶ αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν, ἀλλ´ ἵνα φάγωσι τὸ´ Πάσχα·» καὶ αὖθις, «Ἔστι δὲ συνήθεια Δμῖν ἴνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχατι,» τῷ ἐνισταμένῳ δηλαδή. Ἀλλὰ καὶ τὸν καιρὸν παριστῶν ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον τινὰ Λιθόστρωτον λεγόμενον, οὕτω φησίν· «Ἐν δὲ παρασκευή τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» Καὶ παρακατιὼν, «Ἠν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου.» Μεγάλην δὲ αὐτὴν οὐκ ἂν ἄλλως ἐκάλεσεν εἰ μή, στου συνέπιπτε τῷ Σαββάτῳ ἐκείνῳ ἡ πρώτη τῶν ἀζύμων ἡμέρα, ἡ καὶ ἀγία παρὰ τῷ νόμῳ καλουμένη. Ταῦτα δὲ πάντα σαφῶς ὑπεμφαίνουσιν οτι κατὰ τὴν παρασκευὴν ἐκείνην ἐσπέρας ὁμολογουμένως τὸ Πάσχα ἐθύετο. Διὰ γὰρ τοῦτο καὶ παρασκευὴν τοῦ Πάσχα εἶπεν αὐτὴν ὡς παρασκευάζου· σαν τὰ τοῦ ἐνισταμένου πάντως Πάσχα. Χωρὶς οὖν ἀντιλογίας ἐν τῇ ἑσπέρᾳ φαίνεται τῆς παρασκευῆς τὸ Πάσχα γίνεσθαι. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὁ τὐανγελιστὴς Ἰωάννης τοῦτο ἔλεγε, «Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ´ ἵνα φάγωσι τὸ Πάσχα.» Καὶ πρόσσχες, εἰ βούλει, τῷ μεγάλῳ Κυρίλλῳ πρὸ τῶν ἄλλων ἐπισφραγίζοντι τὰ τοιαῦτα καὶ λέγοντι ὅτι τὸν τύπον τιμῶντες ἤτοι τὸ πρόβατον, κἀντεῦθεν εἰσελθεῖν εἰς τὸ πραιτώριον οὐ προαρούμενοι, τὴν ἀλήθειαν αὐτὸν τὸν Χριστὸν ὕβριζον· ἔμελλον γὰρ θύειν τὸ Πάσχα κατὰ τὸν νόμον τὸν μηδὲν παρ´ αὐτοῖς ἰσχύοντα. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ματαιάζουσι προφανῶς οἱ λέγοντες ὅτι κατὰ τὴν ἐσπέραν τῆς μεγάλης πέμπτης τὸ τυπικὸν ἐσθίεται πρόβατον· τὰ γὰρ ἄζυμα συστῆσαι φιλονεικοῦντες. παραχαράττειν ἐπιχειροῦσι κακοθελῶς τὴν ἀλήθειαν. Καὶ μή μοι τὸν χρυσοῤῥήμονα παρείσαγε Ἰωάννην ἐν τῇ εἰς τὸ κασὲ Ματθαῖον πδ´ ὁμιλίᾳ λέγοντα ὅτι τὸν Χριστὸν οἰ Ἰουδαῖοι ἀπροσδοκήτως κρατήσαντες καὶ τὴν τοῦ Πάσχα παριδεῖν εἴλοντο ἑορτὴν τηνικαῦτα συμπίπτουσαν. Ἔχεις γὰρ αὐτὸν ἐν τῇ τοῦ κατὰ Ἰωάννην ἐρμηνείᾳ, ἡνίκα λέγεται· «Καὶ αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν, ἀλλ´ ἴνα φάγωσι τὸ Πάσχα, »τέλεον ἀναιροῦντα τὴν τοιαύτην ὑπόνοιαν. Ἕνθεν τοι καὶ τὰ τοῦ θείου κατεξετάζειν ἀνδρὸς, ἡνίκα καὶ μᾶλλον ἐναντιοῦται πρὸς ἄλληλα, μὴ πρὸς ἰσχύος ἔχοντες, σιωπῇ καὶ μάλιστα τιμᾶσθαι τὰ τοιαῦτα δέον κρίνομεν, εἴγε καὶ μᾶλλον εὔλογον τὰ ἵστατα κατέχειν, ὅτι καὶ σύμφωνα ταῦτα ταῖς τῶν λοιπῶν Πατέρων ἐπεξηγήσεσι φαίνονται. Λέγει