Ancient Greek
243
Michael Glycas, Annales 243
Unproofread scanNot analysed yet
τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῆς ὅτε καὶ τὸ νομικὸν Πάσχα ἐθύετο. Ὅτι δὲ τὸ παρὰ Κυρίου τοῖς ἀποστόλοις ἐν τῷ δείπνῳ δοθὲν ἔνζυμος ἄρτος ἦν, οὐ μὴν ἄζυμος, ὡς ἐκεῖνοι διισχυρίζονται, ὁ θειότατος οὗτος ἀνὴρ σαφέστατά σοι παρίστησι. Περὶ γὰρ τῆς παλαιᾶς καὶ τῆς νέας τὸν λόγον ποιούμενος καὶ τάδε κατὰ ῥῆμα διέξεισιν· «Ἔκεῖ τὸ γράμμα, ὧδε τὸ πνεῦμα· ἑκεῖ ὁ κιβωτὸς, ὧδε ἡ παοθένος· ἐκεῖ ἡ ῥάβδος Ἀαρών, ὧδε ὁ σταυρός· ἐκεῖ ὁ ἀμνὸς, ὧδε ὁ Χριστός· ἐκεῖ τὰ ἄζυμα, ὧδε ὁ ἄρτος.» Ταῦτα μὲν ἐνεχαράχθη σοι κατ´ ἐπιτομὴν, ὡς ὁρᾷς· οὐδὲ γὰρ ἐγχωρεῖ τὰ τοῦ καιροῦ πλεῖον ἐνδιατρίψαι τοῖς περὶ τούτων λόγοις Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὸ σταυρωθῆναι παραδίδοται· καὶ ὅρα τὰ μετὰ ταῦτα. Ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἔως ὥρας ἐννάτης, ἀγανακτοῦντος ἑπὶ τοῖς τολμωμένοις, οἷα εἰκὸς, τοῦ Θεοῦ. Ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἀλλ´ ὀργὴ καὶ ἀγανάκτησις, καὶ ἀπὸ τοῦ καιροῦ δῆλον· τρεῖς γὰρ ὥρας παρέμεινεν ἡ ἔκλειψις, ἥτις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ. Καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα· ὃ δὲ θειότατος Διονύσιος ὁ Ἀρεοπαγίτης οὐχ ἁπλῶς οὕτω, κατὰ δὲ ἀντίφραξιν τῆς σελήνης τὸ σκότος ἐκεῖνο λέγει γενέσθαι καινοπρεπῶς τὸ παγκόσμιον. Ἐπιστέλλων γὰρ ἱεράρχῃ τῷ ἱολυκάρπῳ διὰ τὸν. σοφιστὴν Ἀπολλοφάνην μὴ καταδεχόμενον τὰ Χριστιανῶν καὶ τάδε φησὶ κατὰ ῥῆμα πρὸς αὐτόν· «Εἰπὲ δὲ αὐτῷ τῷ Ἀπολλοφάνει, Τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; Ἀμφότεροι γὰρ τότε κατὰ τὴν Ἡλίου πόλιν ἅμα παρόντες καὶ συνεστῶτες παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν(ὐ γὰρ ἡν συνόδου καιρὸς) αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐννάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. Τοσοῦτον δὲ καὶ αὐτὸς ἐξεπλάγη τότε ὡς οὕτω πρός με εἰπεῖν, «Ταῦτα, ὧ λιονύσιε, θείων ἀμοιβαὶ πραγμάτων εἰσί.» Καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Περὶ δὲ τοῦ σκοτασμοῦ ἐκείνου τοῦ κατὰ τὸ σωτήριον πάθος γεγονότος θαυμασίως πως καὶ τῷ προφήτῃ ὧαχαρίᾳ διείληπται· λέγει γὰρ, «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς(ἡνίκα δηλαδὴ σταυρωθήσεται ὁ Χριστὸς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ.» Ἅνω γὰρ ἅπαντα προεγίνωσκεν ὁ Θεός. Καὶ γὰρ οὐχ ἡμέρα καὶ οὐ νύξ. Οὕτε γὰρ ἡμέρα κυρίως ἣν διὰ τὸ τρίωρον ἐκεῖνο σκότος, οὔτε νὺξ ἀληθῶς διά τε τὸ μέχρις ἕκτης ὤρας καὶ μετὰ τὴν ἐννάτην γενόμενον φῶς. Ὃ δὴ καὶ δηλῶν ὁ προφήτης ἔλεγε, «Καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» Ταῦτα δὲ, ἀγαπητέ, οὐ μόνον προφῆται προεῖπον, ἀλλὰ καὶ ἐν πολλοῖς Ἑλληνικοῖς ὑπομνήμασιν εὕρηνται· καὶ σεισμὸν γὰρ μέγαν