Ancient Greek
245
Michael Glycas, Annales 245
Unproofread scanNot analysed yet
ταῖς τῶν δικαίων ψυχαῖς τὴν ἐπὶ τὰ ἄνω πορείαν χαρίσασθαιὐδὲ γὰρ ἀπέθανε δωρεὰν ὑπὲρ αὐτῶν), κάτεισι δὲ πρὸς τὸν ἅδην, ἵνα καὶ τοῖς ἐκεῖσε κατεχομένοις κηρύξῃ καὶ διδάξῃ πάντας ἣν ἠγνοήκασι εὐσέβειαν. Καὶ πείθου τῷ κορυφαίῳ Πέτρῳ περὶ τούτων οὕτω διεξιόντι. «Καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε.» Ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐντεῦθεν ὁρμώμενος περὶ τούτων οὔτω φησίν. «Αρα πάντας ἔσωσεν ἐπιφανεὶς ἐν ἅδῃ ὁ Κύριος, ἢ κἀκεῖ τοὺς πιστεύσαντας;» Μὴ οὖν ἀμφίβαλλε· καθάπερ γὰρ τοῖς ἐν γῇ εὐαγγελίσατο εἰρήνην, καὶ τοῖς μὲν πιστεύσασι σωτηρίας γέγονε πρόξενος, τοῖς δὲ ἀπειθήσασιν ἀπιστίας ἔλεγχος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησὶν, οὕτω καὶ τοῖς ἐν ἅδου. Μὴ θαύμαζε δὲ, ἀγαπητὲ, εἴγε καὶ ψυχαί τινες ἐν ἅδου κατεχόμεναι τὸ κατὰ Χριστὸν οὐκ ἠθέλησαν δέξασθαι κήρυγμα· καθάπερ ἐπὶ τοῦ μακαρίου Παύλου, ἡνίκα τὰ τῆς φυλακῆς ἔσεισε θεμέλια, ὁ μὲν δεσμοφύλαξ εὐθέως ἐπίστευσεν, οἱ δὲ δεσμῶται τῇ ἀπιστίᾳ ἐναπέμειναν, καὶ ταῦτα τὰς σιδηρᾶς αὐτῷ χειροπέδας ἑωρακότες ἄφνω διαῤῥαγείσας, οὕτω κἀν τοῖς ἐν ᾤδου γενήσεσθαι πίτεΟε, Εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθεῖν δι´ ἡν ἐκήρυξε καὶ ταῖς ἐν ᾅδου ψυχαῖς ὁ Σωτὴρ, αὔτη ἐστίν. Ἐν τῷ εφʹ ἔτει γέγονεν ἡ τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησις. Τίνος ἕνεκεν; Ὅτι κατ´ ἐκεῖνον καιρὸν προήχθη εἰς φῶς ἡ τῷ κατὰ Χριστὸν μυστηρίῳ ὑπηρετοῦσα, ὡς ὁ μέγας ἔφη Βασίλειος, ὅτι τῆς κακίας ἡ νόσος, ὡς ὁ Νυσσαεὺς ἔφη θεῖος Γρηγόριος, τηνικαῦτα παρήκμαζεν, ἡ ἀρχῆθεν ἐνσκήψασα τῇ φύσει τῆς ἀνθρωπότητος, ὅτι τὰ ἔθνη καλούμενα τότε πείθεσθαι ἔμελλον· καὶ τοῦτό ἐστιν ὅπερ ὁ πάμμεγας ἔλεγε Παῦλος, ὅτι «ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ.» Καλῶς οὖν ἐν τῷ διαληφθέντι ἔτει σαρκοῦται ὁ Κύριος, ὅτι καὶ κατὰ πάντα τὸ τοιοῦτον εὔθετον ἦν. Ἀλλ´ ἐπειδὴ καί τινες τῶν ἐν ἀσεβεία τὴν ζωὴν καταλυσάντων ἀγαθῆς τοσοῦτον ὑπῆρχον ψυχῆς ατε καὶ προσελθεῖν καλουμένους αὐτοὺς καὶ τὸ κατὰ Χριστὸν ἑτοίμως Εὐαγγέλιον δέξασθαι, εἴπερ εἶδον αὐτὸν ἐν τοῖς ἔμπροσθεν χρόνοις μετὰ σαρκὸς ἐπὶ γῆς διατρίβοντα, τούτου χάριν οὐ παραιτεῖται καὶ πρὸς ἅδην αὐτὸν κατελθεῖν καὶ ταῖς ἐκεῖσε κηρῦξαι ψυχαῖς, ὡς ἐντεῦθεν ἀναπολογήτους εἶναι ἅπαντας, καὶ μήτε τοὺς ἀγαθοὺς ἀπολέσαι τὴν ἑαυτῶν ἀγαθότητα, μήτε τοὺς οὐκ ἀγαθοὺς ἀντιλέγειν δύνασθαι ὡς «Εἴπερ εἴδομεν, ἐπιστεύσαμεν ἄν.» Καὶ περὶ μὲν τούτων οὕτως.