Ancient Greek
244
Michael Glycas, Annales 244
Unproofread scanNot analysed yet
τηνικαῦτα λέγουσι γενέσθαι, καὶ σκότος τοσοῦτον ὥστε ἀστέρας φανῆναι. ρ ΔοοἱΙεερ, ἰαΠαεϛυρἰρὴὺΓΑε, ὡἱ Ἄρεα οϛ εἰάετα οοερίοοιοῃι. Τέτε δὴ, τότε καὶ προφητικὴν ἐπιφέρει ῥῆσιν ἐπὶ σταυροῦ τὴν οὕτω λέγουσαν «Θεέ μου, Θεέ μου, ἵσα τί με ἐγκατέλιπες;» Ἐβραϊστὶ δὲ ταῦτα ἔλεγεν, Ἠλί, ἠλι, λαμμᾶ σαβαχθανί. Τίνος ἕνεκεν; Ἵνα καὶ τοῖς Ἰουδαίοις ταῦτα κατάδηλα γένηται. Ἀλλ´ ἐπὶ τοσοῦτον ἀκόλαστοι καὶ ἀσελγεῖς ὄντες ἐκεῖοσι καθὰ Κφησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἐνόμισαν Ἡλίαν καλεῖν Καὶ οὗτοι μὲν οὕτως. Ἀλλ´ ἡ φωνὴ ἐκείνη καὶ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἀνέῳξεν. Ἀλλ´ οἱ μάταιοι καὶ τοιαῦτα βλέποντες συνιέναι ὅλως οὐκ ἤθελον. Μᾶλλον μὲν οὖν, «Καταῆάτω ἐκ τοῦ σταυροῦ,» ἔλεγον, «ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. »Ἀλλ´ ἐκεῖνος ἐν τῷ σταυρῷ μένων, ὡς ὁ Χρυσοῤῥήμων φησὶν, ἐν τοῖς τῶν δούλων σώμασιν ἐκ περιουσίας ἐδείκνυς τοῦτο πολλῆς· εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν τὸν Λάζαρον μέγα, πολλῷ μᾶλἠαν τὸ πολλούς τῶν πάλαι κοιμηθέντων φανῆναι ζῶντας ἀθρόον. Καὶ πρόσσχες τῷ θειοτάτῳ Ματθαίῳ περὶ τούτων οὕτω λέχοντι «Πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς μετὰ τὴν ἔγερσιν αὐτοῦ.» Ἀλλ´ ἐνταῦθα προσέχειν σι ἄξιον. Εἰ γὰρ κατὰ τὸν χρυσοῤῥήμονα Ἰωάννην ἐπὶ σταυροῦ ἔτι ὄντος τοῦ Χριστοῦ τὰ τοιαῦτα ἠγέρθησαν σώματα, πῶς ἐμφανισθῆναι ταῦτα μετὰ τὴν τοῦ Χριστοῦ ἔγεοσιν ὁ εὐαγγελιστής ἱστορεῖ; Ἐγὼ Ἀέδοικα μήποτε τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῶν ὀφείλει ἀναγινώσνεσθαι· τὰ γὰρ σώματα ἐκεῖνα μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν αὐτῶν καὶ εἰσήλθοσαν εἰς τὴν ἀγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Τότε δὸ τότε καὶ ἡ προφητικὴ ῥῆσις ἔλαβε πέρας ἡ λέγουσα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, κα τοῖς ἐν τῳ σκότει, Ἀνακαλύπτεσθε. Καὶ κατὰ μὲν τὴν ἕκτην ὥραν, ὡς φασιν αἱ Γραφαί, σταυροῦται ὁ Κύριος, κατὰ δὲ τὴν ἐννάτην τὸ πνεῦμα ταῖς πατρικαῖς χερσὶ παρατίθησιν. Εἰ δὲ καὶ πρὸς ᾤδην ἀκούεις τὴν αὐτοῦ κατιέναι ἀνίαν ψυχὴν, μὴ θαύμαζε τούτου ἕνεκεν, ἀδύνατον εἴναι λέγων καὶ πρὸς φδην αὐτὴν κατελθεῖν καὶ ταῖς τοῦ Πατρὸς παρατεθῆναι χερσίν. Ἰ γὰρ τοῦ Θεοῦ χειρ, ἡ τὰ πάντα δηλαδὴ συγκρατοῦσα δύναμις, καὶ ἀνω ἐστὶν ἐν οὐρανῷ καὶ κάτω ἐπὶ τῆς γῆς, καὶ τῶν τοῦ ἅδου μυχῶν οὐ διαλείπει ποτέ. Ὥστε εἰ καὶ πρὸς ἄδην ἡ ἁγία τοῦ Χριστοῦ ψυχὴ τηνικαῦτα κατ τὴρχετο, ἀλλὰ τῆς τὰ πάντα συγκρατούσης δυνάμεως, καθάπερ εἴπομεν, οὐ κατελιμπάνετο, εἴγε καὶ ᾶλλον δύναμις τοῦ Πατρὸς αὐτός ἐστιν ὁ Χριστὸς, ὡς ὁ Παῦλός φησι. Παρατίθησι μὲν οὖν ταῖς πατρικαῖς χερσὶ τὴν ψυχὴν, ὡς ἐντεῦθεν καὶ πάσαις Ρ εκυυ. ΟΚ. ΟΚvΙΙΙ.