Ancient Greek
252
Michael Glycas, Annales 252
Unproofread scanNot analysed yet
Καὶ ὁ μὲν Ἰάκωβος οὗτος, ὁ ἀδελφόθεος δηλαδὴ, τῇ δωδεκάδι τῶν μαθητῶν οὐκ ἦν ἐναρίθμιος, τὰ πρῶτα δὲ ὅμως παρ´ αὐτοῖς ἔφερε. Καὶ γὰρ ἀναστὰς ὲκ νεκρῶν ὁ Κύριος, ὡς ὁ Κλήμης φησὶ, Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ τῷ ἀδελφοθέῳ τὴν γνῶσιν ἔδωκεν, οὗτοι δὲ τοῖς λοιποῖς. Πρὸ γὰρ τῆς ἀναστάσεως καὶ ἐνεκότουν τῷ Κυρίῳ καὶ ἠπίστουν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς ὁ Εὐαγγελιστὴς Ἰωάννης φησί. Πρόσεχε δὲ, ἀγαπητέ. Εἰ γὰρ καὶ πρώτους ἐκείνους ὁ Κύριος τοὺς δώδεκα ἐξελέξατο, εἰ καὶ τιμῆς ἡξίωσε πλείονος, εἰ καὶ ἐπὶ ιβ´ θρόνων ὑπέσχετο καθίσαι αὐτοὺς τὰς ὸώδεκα φυλὰς τοῦ Ἰσραὴλ κρίνοντας, εἰ καὶ σύνδειπνοι αὐτῷ ἔσονται κατ´ ἐκείνην τὴν ἡμέραν, ἐπειδὴ μεμενήκασι μετ´ αὐτοῦ, ἀλλ´ ἔχομεν ἀλλαχοῦ τὸν Κύριον αὐτὸν πρὸς τοὺς ἐκ Ζεβεδαίου, ἡνίκα δεξιὰν ἠτήσαντο καὶ ἀριστερὰν καθέδραν, οὕτω λέγοντα· Οὐκ ἐμόν ἐστι τουτο δοῦναι, ἀλλ´ οἰς ἡτοίμασται παρὰ τοῦ Πατρός μου.» Οὐκοῦν εἰ τὰ τῆς τιμῆς. ἐκείνης οὐ δίδοται κατὰ χάριν ἀλλὰ κατὰ τοὺς ἀγῶνας οὓς ὁ καθ´ ἕνα ἐνδείξεται, μὴ θαύμαζε εἴγε καὶ οἱ κατὰ τὸν Παῦλον, ναὶ μὴν καὶ Ἰάκωβον τὸν ἀδελφόθεον ἀγωνισάμενοι κοινωνοὶ καὶ συμμέτοχοι τῆς τῶν δώδεκα τιμῆς εὑρεθήσονται. Καὶ γὰρ τοῦτο καὶ ὁ τὴν γλῶτταν Χρυσοῦς ἔλεγε, Παύλου μείζονα στῆναι τότε μηδέτερον. Ὅτι δὲ οἱ μαθηταὶ τοῦ Χριστοῦ δώδεκα τὸν ἀμιθμὸν καὶ οὐ πλείους ἢ ἐλάσσους εἶναι ἔμελλον, ἀρχῆς τοῦτο δεδήλωται. Καὶ πρόσσχες, εἰ βούλει, τοῖς λεγομένοις. Ὃν γὰρ τρόπον ὁ αἰσθητὸς οὗτος ἤλιος ἀπὸ τοῦ πρώτου σημείου ἀρξάμενος, καὶ διὰ τῶν εβʹ ζωδίων τὴν αὐτοῦ ποιήσας περίοδον, κἀν τούτοις τὰ αὐτοῦ πάντα πληρώσας, ἐκεῖσε πάλιν ὑποστρέφει ὅθεν τοῦ δρόμου κατήρξατο, οὔτω καὶ ὁ νοητὸς ηλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ἐξανατείλας τῷ κόσμῳ καθὼς αὐτὸς ηὐδόκησε, καὶ διὰ τῶν ιβ´ μαθητῶν τὴν ὑπ´ οὐρανὸν διαδραμών, πᾶσαν τὴν αὐτοῦ βούλησιν δι´ αὐτῶν ἐκτελέσας ἐκεῖσε πάλιν ὅθεν ἦλθεν ἀπέστρεψεν. Ὅτι δὲ οἱ παρὰ Κυρίου ἐκλεγέντες ιβʹ μαθηταὶ, ναὶ μὴν καὶ οἱ κατ´ αὐτοὺς ἀγωνισάμενοι κρείττονα τόπον ἐσχήκασι τῶν προπατόρων ἐκείνων, ὁ χρυσοῤῥήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν. Ἐπὶ εβʹ γὰρ ἔφη θρόνων καθίσαι αὐτοὺς, καὶ κρῖναι τὰς ιβʹ φυλὰς τοῦ Ἰσραὴλ, ἡν δὴ τιμὴν οὐκ ἔδωκε τοῖς προπτάτορσι. Καὶ ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐλεύσονται, καὶ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἀνακλιθήαονται · τοῖς δέ γε ἀποστόλοις οὐδείς ἕτερος ἐσεῖται συγκάθεδρος. Καὶ ὅτι ὑπὸ σκιὰν ἐκεῖνοι τότε φανέντες ἂλάττονές εἰσι τῶν ἐνακμασάντων τῆ ἀληθείᾳ. Καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν Χρυσοῦς, ὁ δὲ Θεοδώρητος