Ancient Greek
253
Michael Glycas, Annales 253
Unproofread scanNot analysed yet
σφάλλεσθαι λέγει τοὺς οὕτω περὶ τῶν προπατόρων καὶ φρονοῦντας καὶ λέγοντας. Εἰ γὰρ καὶ μὴ αἰσθητῶς ἐκεῖνοι τὸν Κύριον εἶδον, ἀλλὰ νοητῶς εἶ δον αὐτόν. Πῶς δὲ καὶ ἐλάσσων ὁ τοὺς ἁγίους εἰς τὸν κόλπον αὐτοῦ δενόμενος, καὶ ὁ τῇ τοῦ Κυρίου μεταμορφώσει συμμεταμορφωθεὶς Μωϋσῆς ἅμα τῷ Ἡλίᾳ μετὰ τοσαύτης δόξης ὥστε συλλαβεῖν αὐτῷ περί τε σταυροῦ καὶ θανάτου; Καὶ ὁ μὲν Θεοδώρητος οὕτω· σὺ δὲ, ἀγαπητέ, τοῖς τοῦ Χρυσοῤῥήμονος ἐπὶ πλέον πρόσκεισο. Τίνος ἕνεκεν; ὅτι τοῖς τοῦ Κυρίου λόγοις τὰ τοιαῦτα συνᾴδουσιν. Ἐπὶ γὰρ τῳ κατὰ Λουκᾶν Εὐαγγελίῳ καὶ τάδε τοῖς ἀποστόλοις ἕλεγε· εΜακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖνομ ὑμεῖς βλέπετε, καὶζοὸκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Τίνα δὲ ταῦτα; τὰ κατὰ τὴν ἔνσαρκον πάντως οἰκονομίαν, ὧν οἱ ἀπόστολοι μόνοι κατηξιώθησαν. Κατὰ δύο λοιπὸν ὑπερέχουσι τῶν προφητῶν οἱ ἀπόστολοι, καὶ κατὰ τὸ σωματικῶς ἰδεῖν καὶ κατὰ τὸ πνευματικῶς μυηθῆναι τὰ θεῖα, Ἀλλὰ καὶ τὰς ἐκ νεκρῶν ἐγέρσεις εἴγε μαθεῖν ἐπιζητεῖς, πόσαι εἰσὶν αὕται καὶ τίνων εἰσὶν, ἴδου σοι ταύτας ἀπαριθμίισασθαι οὐκ ὀκνήσομεν ὀκτὼ μὲν οὖν εἰσι τὸν ἀριθμὸν, τοῦ τῆς Σαραφθίας υἱοῦ ὃν ὁ Ἠλίας ἤγειρε, τοῦ τῆς Σωμανίτιδος υἱοῦ ὃν ὁ Ἐλισσαῖος ἤγειρε, καὶ τοῦ στρατιώτου ἐκείνου ὃς ἐγγίσας τοῖς τοῦ Ἐλισσαίου λειψάνοις ὡς ἀπὸ πουλρὸς ἐξεπήδησε, τῆς τοῦ ἀρχισυναγώγου θυγατρὸς, τοῦ τῆς χήρας υἱοῦ, τοῦ Λαζάρου, τῶν πολλῶν σωμάτων, καὶ αὐτοῦ τοῦ παναγίου καὶ Κυριακοῦ σώματος, εἰ καὶ μανέντες οἱ Ἀπελλιανοὶ ἔλεγον ἐν τῷ τάφῳ διαλυθῆναι τὸ σῶμα τοῦ Κυρίου εἰς τέσσαρα στοιχεῖα ἐξ ὧν καὶ συνέστηκε. Τὰ μέντοι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν ὡς ἐντεῦθεν Θεὸν ἀνακηρυχθῆναι τὸν πάσχοντα, πιστωθῆναί τε τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως τὸ μυστήριον καὶ τῶν κατεχομένων ἐν ἅδου ψυχῶν τὴν ἐλευθερίαν ὁμοῦ καὶ ἐπάνοδον. Καὶ γὰρ αἱ πιστεύσασαι ψυχαὶ τῷ Χριστῷ καταβάντι πρὸς ᾤδην εὐθὺς ἀπελύθησαν. Καὶ ἐπεὶ ἀδύνατον ἦν ψυχὰς οὕτω γυμνὰς αἰσθητοῖς ὁραθῆναι ὀφθαλμοῖς, οἰκονομίᾳ θείᾳ πρὸς πίστιν μετὰ σωμάτων ἐφάνησαν αἱ τῶν κεκοιμημένων ἀνίων ψυχαί, εἶθ´ οὕτως εἰς τοὺς ἀνήκοντας αὐταῖς τόπους ὰ πέπτησαν. Ὅρα δὲ, ἀγαπητέ, μήτε τοῖς ὧδε κἀκεῖσε μυθολονουμένοις καὶ ἡ σὴ διάνοια περιτραπήσεται Ὅτι μὲν γὰρ φημίζεται παρὰ τοῖς πολλοῖς τῇ Μαγδαληνῇ