Ancient Greek
271
Michael Glycas, Annales 271
Unproofread scanNot analysed yet
βασιλέων σύνοδος ἐν Σαρδικῇ συγκροτεῖται ὑπὸ Πτέρων τμαʹ, βεβαιοῦσα τὸ ἅγιον σύμβολον· Σαρδικῇ δέ ἐστιν ἡ νῦν λεγομένη Τριάδιτζα. Ὁ μέγας Κωνσταντῖνος ἀπέστειλε τὸν Ἄρειον ὕστερον πρὸς τὸν μέγαν Ἀθανάσιον ὥστε συγκοινωνεῖν αὐτόν· διεβεβαιοῦτο γὰρ δι´ ὅρκου φρονεῖν καλῶς. Ὁ δὲ μέγας οὐκ ἐδέξατο αὐτόν· ἐφ´ ᾧ καὶ τοῦ θρόνου ἐξιστῶ. σιν αὐτόν· προκατέλαβον γὰρ τὰς βασιλικὰς ἀκοὰς αἱ ἀρειανίζοντες, καὶ πολλὰ τοῦ ἁγίου κατεῖπον. Ὅτι οὖν κακὸν τὸ ἀπεντεῦθεν τοὺς κατηγόρους παραδέχεσθαι καὶ τὰς ἀποφάσεις ποιεῖν κατὰ τῶν κατηγορουμένων, ἔδειξε τὰ μεταξύ τε τοῦ ἁγίου βασιλέως καὶ τοῦ ἁγίου Ἀθανασίου συμβάντα. Ἀλλὰ καὶ ἐπὶ Κωνσταντίου τὰ αὐτὰ πέπονθεν, ἐφὶ ᾧ καὶ προσφυγὼν παρά τινα παρθένον διετέλεσε παρ´ αὐτῇ κρυπτόμενος ἔτη ἔξ. Μετὰ δὲ μόρον αὐτοῦ αὖθις ἐπανῆλθε. Τρῦ δὲ κατὰ πόδα Ἰοιλλ»ανμλ πάντα ταράξαντος πάλιν ὑπέδρα ὁ ἅγιος περὶ τὸν τοῦ Σαράπιδος ναόν. Κορῶναι ἔκραζον. Καὶ ἐρωτη θεὶς παρὰ τῶν Ἑλλήνων· «Τί βοῶσιν αὗται, κακόγηρε; »εἶπε. «Τὸ κρᾶ τῇ Σύρων φωνῇ αὕριον δηλοῖ · αὔριον καὶ γὰρ ὄψεσθε τὴν τοῦ Θεοῦ πρόνοιαν. »Ἐφ´ ᾦ καὶ ἠγγέλθη τοῦ ἀλιτηρίου ὁ θάνατος. Ὁ μέντοι μέγας Κωνσταντῖνος ἐν Ῥώμῃ ἐχράτησεν ἔτη ιβʹ, ἐνταῦθα εἴκοσι, καὶ ἐν Νικομηδείᾳ ἀπέθανε κατὰ Περσῶν ἀπαίρων. Τελευτᾷ δὲ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑτεροθαλούντων αὐτῷ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον· ἐγχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος· εἴωθε γὰρ ἐν τοιούτοις κομήτας ἐν οὐρανῷ πολλόκις φαίνεσθαι, καὶ τοῦτο δηλῶν ὁ μέγας Βασίλειος ἔλεγε· «Συνίστανται δὲ κομῆται σημεῖα διαδοχῆς βασιλέων φέροντες.» Καὶ ὁ μὲν μοναχὸς Ἀλέξανδρος ἐν τῇ διὰ τὴν τοῦ τιμίου σταυροῦ εὕρεσιν ἰστορίᾳ λέγει μὲν ἐν Νικομηδείᾳ τελευτῆσαι τὸν ἅγιον Κωνσταντῖνον νόσῳ θανασίμῳ συσχεθέντα, τηνικαῦτα δὲ καὶ βαπτισθῆναι· ἀνεβάλλετο γὰρ, ὡς ἐκεῖνός φησιν, ἕως θέλων ἐν Ἰορδάνη τυχεῖν τοῦ θείου λουτροῦ. Ἀπίθανον δὲ τοῦτο τῷ ὄντι δοκεῖ. Ἀληθέστερον γὰρ φαίνεται εἶναι τὸ ἐν Ῥώμῃ τῇ πρεσβυτέρᾳ ὑπὸ τοῦ ἁγίου Σιλβέστρου βεβα πτίσθαι αὐτόν. Εἰ γὰρ καὶ Ἀρειανοί τινες διισχυρίζοντα· ται ἀπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐβαπτίσθη διὰτὸ καὶ συμόῆναι αὐτὸν ἐκεῖσε κοιμηθῆναι, ἀλλὰ κατὰ τὴν Ῥώμην βαπτιστὴρ τοῦ μεγάλου λαμπρῶς παριστᾷ τὴν ἀλήθειαν, εἴγε καὶ μᾶλλον ἀδύνατον