Ancient Greek
272
Michael Glycas, Annales 272
Unproofread scanNot analysed yet
ἦν ἀκοινώνητον εἶναι αὐτὸν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ· πῶς γὰρ ἠδύνατο ἢ συνεύχεσθαι ἢ συλλειτουργεῖν αὐτοῖς οὔτως ἔχων αὐτός; Τὸ λέγειν οὐν κάὶ φρονεῖν οὕτω περὶ τοῦ μεγάλου καὶ λίαν ἐστὶν ἀτοπώτατον. Ὅσον δὲ ἡ ἁγία ψυχὴ τοῦ μεγάλου Κωνσταντίνου συγκαταβαίνουσά τε καὶ συγγνωμονοῦσα ταῖς τῶν πολλῶν ἀσθενείαις ἐτύγχανε, δῆλον κἀντεῦθεν. Αἰτιάματα ἔγγραφα προσεκομίσθησαν αὐτῷ κατὰ´ ἐπι. σκόπων· καὶ ὃς τοὺς μὲν χάρτας αὐτίκα κατέκαυ. σεν, ἔλεγε δέ· «Εἰ εἶδον ἁμαρτάνοντα ἱερέα, διὰ τῆς χλαμύδος ἐσκέπασα ἂν αὐτὸν, ἵνα καὶ ὁ Θεὸς σκεπάσῃ τὰ ἐμὰ ἁμαρτήματα.» Καὶ Σεβῆρος μὲν, ώς ἄνωθεν εἴρηται, τὸ πρῶτον κτίσμα δέδωκε τῷ ἱπποδρομίῳ, ὁ δὲ μέγας Κωνσταντῖνος τοὺς περιπάτους, τὰς βαθμίδας καὶ τὸν λοιπὸν αὐτῷ καλλωπισμὸν ἔφερεν. Ἀπό τε Νικομηδείας, Ἀντιοχείας καὶ λοιπῶν πόλεων τὰ ἐν αὐτῷ ἀγάλματα ἤχθησαν· τηνικαῦτα καὶ γὰρ τὸ σέβας αὐτῶν καταλέλυται. Ἐν οἷς καὶ πολλὰ περὶ τῶν μελλόντων ἐγγέγραπται. Καὶ αὐτὰ δὲ τὰ Μάγγανα παρὰ τοῦ λεγάλοι κτίζονται Κωνσταντίνου· ἀπέκειντο γὰρ ἐκεῖσε πάντα τὰ πολεμικὰ ὄργανα καὶ αἱ μηχανικαὶ βίβλοι. Ὁ μέγας Κωνσταντῖνος ἐν τῷ στρατηγίῳ εὑρὼν τὰς φυλακὰς τοῦ Βυδαντίου ἐκεῖσε καὶ αὐτὸς ἐωυλάνιζε καὶ διήρκεσε τοῦτο ἄχρι Φωκᾶ. Χήρα δέ τις πατρικία, Μάρη τοὔνομα, ἐλεήσασα τοὺς φυλακιζομένους δι´ ἣν εἴχον δυσωδίαν, τὸν ἑαυτῆς οἶκον δέδωκε τῷ βασιλεῖ χάριν μισθοῦ, καὶ γέγονε τὸ νῦν καλούμενον iραιτώριον. Καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα Κωνατάντιο- ἀ κΙλ- αὐπσοῶ ἕτη κγʹ. Οὗτος ἠνάγκαζε τὸν πατριάρχην Ἀλέξανδρον δέξασθαι εἰς κοινωνίαν τὸν Ἄρειον. Ὃ δὴ καὶ γέγονεν ἂν, εἰ μὴ τὰ τῆς θείας δίκης προέφθασεν ὄπισθεν γὰρ τοῦ φόρου τὸν βίον κατέστρεψεν· ἔνυξε γὰρ αὐτὸν ἡ γαστὴρ ἐκεῖσε διερχόμενον, ἐφ´ ᾦ καὶ καθίσας τὰ ἔγκατα αὐτοῦ κάτω διεβίβαστιν Οἱ μέντοι ἀνεψιοὶ τοῦ μεγάλου, Γάλλος καὶ Ἰουλιανὸς, ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ. Ἀλλὰ καὶ ἐκκλησίαν τῷ μάρτυρι Μάμαντι ἔκτιζον. Τὸ μέν παρὰ τοῦ Ἰουλιανοῦ κτιζόμενον μέρος ἡδαφισμένον πρωΐας εὑρίσκετο. Ἐπὶ τούτου δὲ τοῦ Κωνσταντίου ὡλαβιανὸς Ἀντιοχείας διχῆ τοὺς ψάλλοντας διελὼν τὰ τοῦ Δαβὶδ ψάλλειν ἐκ διαδοχῆς ἐνομοθέτησεν.