Ancient Greek
274
Michael Glycas, Annales 274
Unproofread scanNot analysed yet
ὁ κάκιστος κατὰ Περσῶν τὴν ἐκστρατείαν ποιούμενος. Ἀλλ´ οὐ δοκεῖ ταῦτα καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ Θεολόγῳ· εἰ γὰρ ἐν τοῖς προοιμίοις, καθὼς οὗτός οὖσι, τοῦ μετὰ ταῦτα κρατήσαντος Οὐάλεντος εἰς Πόντον ἐκάθητο ὁ μέγας Βασίλειος, τοῦ Εὐσεβίου. τηνικαῦτα τῆς Καισαρέων χρηματίζοντος ἀρχιερέως, πολλῷ μᾶλλον οὐκ ἦν ἐκεῖνος ἀρχιερεὺς ἐν τοῖς χρόνοις Ἰουλιανοῦ. Φαίνεται οὖν ἐντεῦθεν ὡς οὗτε τὸν μέγαν Βασίλειον εὕρεν ἀρχιερέα διερχόμενος ὁ Ἰουλιανὸς, οὔτε ἠπείλησεν αὐτῷ καὶ τῇ ἐκκλησίᾳ αὐτοῦ. Ἀλλ´ οὔτε δέησιν ἐκεῖνος τούτου ἕνεκεν ἐποιήσατο, οὔτε μὴν εἰς ἀναίρεσιν ἀπεστάλη τοῦ παραβάτου ὁ Χριστοῦ μάρτυς Μερκούριος· εἰ γὰρ ταῦτα´ οὕτω γέγονεν, οὐκ ἂν ὁ ἀκοντίσας αὐτὸν ἄδηλος ἦν μέχρι καὶ τήμερον. Ἀκοντίῳ τοίνυν ὁ ἄθλιος βάλλεται, κἂν ὁ ἀκοντίσας ἄδηλος. Ὡς δὲ ἐγώ τινος, κουσα, φησὶν ὁ Θεόλογός, μηδὲ τῷ τάφῳ προσλαμβάνεσθαι αὐτὸν, ἀλλ´ ὑπὸ τῆς σεισθείσης δι´ αὐτὸν γῆς ἀποσείεσθαί τε καὶ ἀναβράζεσθαι, προοίμιον, οἷμαι, τῆς ἐκεῖθεν κολάσεως. Πολλὰ γὰρ μιαρὰ ποιήσας ὡσεὶ ἐτῶν λʹ τελευτᾷ. Ἀλλὰ καὶ ἐκ Περσίδος δαιμόνιον στείλας πρὸς δύσιν ἐπὶ τῷ ταχέως ἀνάγειν ἀπόκρισιν, ἐσφάλλετο κἀνταῦθα τοῦ σκοποῦ · τὸ γὰρ δαιμόνιον ὃ στείλας ἐντυχὸν μοναχῷ τινι Πουπλίῳ τοὔνομα προσευχομένῳ ἡμέρας δέκα διελθεῖν οὐκ ἠδυνήθη, καὶ ὑποστρέψαν ἄπρακτον τὴν αἰτίαν ἐβόα καὶ πόρρωθεν. Καὶ γυναῖκας δὲ ἀνατέμνων ὁ ἄσπλαγχνος δι´ αὐτῶν ἐμαντεύετο. Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν ἄριστα Ἰοβιανὸς ἕτος ἓν, ὃς ἐκλεγόμενος ὑπὸ πάντων εἶπεν· «Οὐ δύναμαι βασιλεὺς εἶναι προμεμολυσμένων ἀνθρώπων, »ἐφ´ ᾧ πάντες τὸ, «Χριστιανοί ἐσμεν,» ἔκραξαν. Μετὰ μέντοι μῆνας ηʹ τῆς αὐτοῦ βασιλείας ἐν Κιλικίᾳ ἐτελεύτησεν, μέγα πένθος πᾶσιν ἀφείς. δΙετα δὲ τοῦτον Οὐαλεντινιανὸς ἔτη ιβʹ, μισθὸν παρὰ Θεοῦ τὴν βασιλείαν λαβών διὰ τὸ τῆς στρατιᾶς αὐτοῦ ἐκβληθῆναι παρὰ Ἰουλιανοῦ τῆς εἰς Χριστὸν ἕυακεν ὁμολογίας. Εἶχε δὲ συμβασιλεύοντα κατά γε τὴν ἀνατολὴν τὸν αἴσχιστον Οὐάλεντα. Καὶ πῶς vὰρ οὐ κάκιστος, εἴ γε τοὺς ἀπὸ Κωνσταντινουπόλεως σταλέντας πρὸς αὐτὸν πʹ ἱερατικοὺς ἄνδρας πρεσβείας ἕνεκεν ἐπὶ πλοίου κατέκαυσεν; Οὗτος ὑπὸ Γότθων πολεμούμενος ἐχήτησε τὸν θειότατον ἀδελφὸν αὐτοῦ συμμαχίαν. Ὁ δὲ οὐ μόνον οὐκ ἔδλωκεν, ἀλλὰ καὶ ὠνείδισεν, οὕτως εἰπών· «Οὐ χρὴ ἀνδρὶ βοηθεῖν πολεμοῦντι Θεόν.» Καὶ ὁ μὲν Οὐάλης, ἕτη τʹ καὶ δ´ βασιλεύσας ἀνοσίως ὑπὸ πολεμίων ἐν ἀχυρῶνι πυρὶ παραδίδοται· ὁ δὲ μοναχὸς ἐκεῖνος Ἰσαάκιος ἐλέγχων μὲν αὐτὸν, δεσμωθεὶς δὲ παρ´ αὐτοῦ καὶ εἰρκτῇ παραδοθεὶς, ὡσφράνθη ἐν τῇ φυλακῇ τῆς δυσωδίας ἐκκαυθέντος ἐκεῖσε, ὡς εἴρηται Ὃ μέντοι Οὐαλεντινιανὸς καὶ τὸν ἀγωγὸν ᾠκοδό μησε καὶ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγαγεν. Οὗτος καὶ πραιπόσιτόν τινα διὰ τὴν τῆς γυναικὸς Ιἱερονίκης