Ancient Greek
273
Michael Glycas, Annales 273
Unproofread scanNot analysed yet
Ὁ Κωνστάντιος οὗτος παρὰ τῶν ἀσεβούντων ἀναγκαζόμενος μετακαλεῖται τοὺς ἐπισκόπους ὥστε σύνοδον συγκροτῆσαι κατὰ τῆς ὁμοουσίου Τριάδος, Ἀλλ´ ἀργεῖ τὸ ἐγχείρημα· νόσῳ γὰρ περιπίπτει δεινῇ, καὶ τὸ ζῇν ἀπογνοὺς Εὐζώτον μετακαλεῖται τὸν Ἀντιοχείας, καὶ διὰ τάχους τὸ θεῖον δεξάμενος φώτισμα, ὡς ὁ Μεταφραστὴς ἱστορεῖ, τηνικαῦτα τοῦ ζῇν ἀπαλλάττεται. Κατὰ δὲ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἀρχιερεὺς Ἰεροσολύμων ὁ μέγας Κύριλλος ἦν, ὅς δὴ καὶ γράφει τῷ Κωνσταντίῳ ὅτι Ἐπὶ μὲν τοῦ σοῦ πατρὸς ἐπὶ γῆς εὕρηται ὁ σταυρὸς, ἐπὶ δέ σοῦ πάλιν ἐξ οὐρανοῦ πεφανέρωται. Κατὰ γὰρ τὸν τοῦ Γολγοθᾶ τόπον περὶ τρίτην ὥραν τῆς ἡμέρας, κατ´ αὐτὴν δὲ τὴν Πεντηκοστὴν, ὥφθη τὸ τοῦ σταυροῦ σημεῖον ἐκ φωτὸς ὑπερλάμπρου κατεσκευασμένον. Ὥφθη δὲ οὐχ ἑνὶ καὶ κατὰ φαντασίαν, ἀλλὰ περὶ ὥρας ἱκανὰς καὶ πᾶσι. Μετὰ δὲ Κωνστάντιον κρατεῖ Ἰουλιανὸς ἔτη βʹ. μῆνας ζʹ. Οὕτος ὁ κάκιστος πρό γε τῶν τῆς βασιλείας καιρῶν, καθὼς ὁ μέγας διαλαμβάνει Κύριλλος ὰ Ἀλεξανδρείας, τοῖς πιστεύσασιν ἐναρίθμιος ἦν, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ θείου βαπτίσματος, εἰ καὶ ὕστερον ἀπεδύσατο αὐτὸ δι´ αἷματος μιαροῦ, ἐνήσκητο δὲ ταῖς ἱεραῖς βίβλοις. Ἀλλ´ ἄνδρες ὕστερον αὐτὸν δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασίας καθῆκαν λόγους, καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ταῖς ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντεθραμμένον. Ἔχων τοίνυν εὐφυᾷ τὴν γλῶτταν κατέθηξεν αὐτὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δὴ τρία συγγέγραφε βιβλία κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας. Τοσοῦτον δὲ μέμηνε κατὰ τῶν ἁγίων, ἡνίκα καὶ μάλιστα πῦρ ἄνωθεν καταῤῥαγὲν τὸ πε ρικαλλές ἐκεῖνο προάστειον, τὴν Δάφνην δηλονότι, σὺν αὐτοῖς τοῖς εἰδώλοις κατέκαυσεν, ὡς καὶ τὸν τοῦ Χριστοῦ χαλκοῦν ἀνδριάντα τὸν ἐν Καισαρείᾳ τῆς Φιλίππου, τῇ νῦν Πανεάδι, ὅν ἡ αἱμοῤῥοοῦσα ἤγειρεν, ἀπανθρώπως συντρίψαι, καὶ τοῦ θαπτιστοῶ Ἰωάννου κατακαῦσαι ἅγια λείψανα, ὀστίοις ἀλόγων παραμίξας αὐτά. Ἀλλὰ καὶ τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ὥπλιζε, συνήργει δὲ αὐτοῖς εἰς τὴν τοῦ ναοῦ οἰκοδομὴν, εἰ καὶ ἐκωλύθησαν ὑπὸ λαίλαπο ,σεισμοῦ καὶ τελευταῖον πυρός· πῦρ γὰρ ἐξ αὐτῶν ἐκπηδῆσαν τῶν θεμελίων τῆς ὁρμῆς αὐτοὺς ἀνεΓνωσκε δὲ, ἀγαπητέ, ὅτι ὁ ἀκοντίσας αὐτὸν ἐν Πέρσαις διάγοντα μέχρι καὶ τήμερον οὐχ εὐρίσκεται. Εἰ γὰρ καὶ κατὰ κέλευσιν τῆς ἀειπαρθένου βὶεοτόκου διὰ τοῦ ἁγίου Μερκουρίου, δεηθέντος τάχα του μεγάλου Πλασιλείου, ἀκοντισθῆναι τὸν παραβάτην εὑρίσκομεν ἐν τοῖς τοῦ ἁγίου Βασιλείου θαύμασιν, ἅπερ ὁ μέγας Ἀμφιλόχιος γραφῇ παραδοῦναι λέγεται, ἀλλ´ οὐκ εὐθέως πείθεσθαι ἄξιον. Τινος ἕνεκεν; Ὅτι διὰ τῆς τοιαύης γραφῆς καὶ ἀρχιερέα τῆς Καισαρέων μανθάνομεν χρηματίζειν τὸν μέγαν Βασίλειον, ἡνίκα διερχόμενος ἦν κατ´ ἐκεῖνα τὰ μέρη